Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἐν περιτταῖς δὲ ἐνναταῖος τεθνήξεται. τίνα δὲ σαφῆ καὶ τίν’ ἀμυδρὰ καλῶ σημεῖα, ἐν τοῖς περὶ κρίσεων εἴρηται, ἀλλὰ κᾀν τῷδε τῷ λόγῳ προϊόντι δηλωθήσεται, πρότερον δὲ περὶ τῶν λειπόντων διορισμῶν ἐπάνειμι. χρηστὸν γάρ τι κατὰ τὴν τετάρτην ἡμέραν ἐναργῶς γινέσθω σημεῖον καὶ μηδεὶς κίνδυνος ὑποπτευέσθω περὶ τὸν κάμνοντα, ἀδύνατον ἐνταῦθα τὸ μὴ οὐ τὴν ἑβδόμην ἡμέραν κρῖναι τὴν νόσον, ἄν γε μηδὲν τῶν ἔξωθεν ἁμαρτάνηται. τίνα δέ ἐστι τὰ ἁμαρτανόμενα τὰ μὲν ὑπ’ αὐτοῦ τοῦ κάμνοντος δηλονότι, τὰ δ’ ὑπὸ τῶν θαυμαστῶν τούτων ἰατρῶν τῶν οἰομένων, εἰ μή τις εἰσελθὼν ἐπὶ τὸν ἄῤῥωστον, εἶτα περιζωσάμενος, ἢ καταπλάσειεν, ἢ καταιονήσειεν, ἢ κλύσειεν, ἢ φλεβοτομήσειεν, ἢ σικυάσειεν, ἢ τρίψειεν, ἢ θρέψειεν, ἤ τι τοιοῦτον ἕτερον ἐργάσαιτο, μηδὲν αὐτῷ πεπρᾶχθαι τεχνικόν. οὗτοι γὰρ ὁποσάκις ἂν εἰσέλθωσι πρὸς τὸν νοσοῦντα, τοσαυτάκις ἁμαρτάνουσιν. οὔκουν ἐνδέχεται τὴν εἰς τὴν ἑβδόμην ἡμέραν παρασκευαζομένην κρίσιν ἐν ἐκείνῃ γενέσθαι, τοσούτων ἐν τῷ μεταξὺ πλημμεληθέντων. ἡ γάρ τοι τῆς φύσεως κίνησις γίνεται μὲν ἐν περιόδοις τεταγμέναις

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]