Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

κατά γε τὸν ἴδιον λόγον, κωλύεται δὲ ἐνίοτε φυλάττειν τὰς περιόδους ὑπὸ τῶν ἔξωθεν εἰς αὐτὴν ἁμαρτανομένων. οὕτω γοῦν καὶ ὁ πᾶν θαυμαστὸς Ἱπποκράτης ἔλεγε, φύσις ἐξαρκεῖ παντάπασιν. εἰς δὲ ταύτην ἔξωθεν μὲν κατάπλασμα, κατάχρισμα, ἐμβροχὴ ὅλου τε καὶ μέρεος. οὕτω δὲ καὶ τὸν ἰατρὸν ὑπηρέτην φύσεως ὀνομάζει τὸν ὄντως ἰατρὸν, οὐ φαρμακοπώλην τινὰ ἐκ τριόδου. τοσοῦτον γὰρ οὗτος ἀποδεῖ τοῦ φύσεως ὑπηρέτης δικαίως ὀνομάζεσθαι ὥστε τὰς ἐναντιωτάτας αὐτῷ μᾶλλον πρέπειν προσηγορίας, ἐχθρῷ καὶ πολεμίῳ τῆς φύσεως αὐτῆς καὶ τῶν καμνόντων εὐλόγως ἂν ὀνομασθέντι. δεόντως οὖν καὶ ἡμεῖς, ἐπειδάν τις ἀξιώσει ἡμᾶς προειπεῖν ἐπὶ τινος ἀῤῥώστου τὸ μέλλον ἀποβήσεσθαι, μετὰ διορισμοῦ τὴν πρόῤῥησιν ποιούμεθα, κριθήσεσθαι τόνδε τινὰ λέγοντες ἐν τῇδε τῇ ἡμέρα, πρῶτον μὲν ὑφ’ ἡμῶν διαιτώμενον, οὐχ ὑπ’ ἄλλου τινὸς ἰατροῦ· ἔπειτα δὲ αὐτὸν οὐδὲν ἐξαμαρτόντα καὶ πράξαντα πάντα τὰ προσταττόμενα, καὶ τρίτον εἰ μηδὲν τῶν ἔξωθεν ἁμαρτηθείη τι μέγα. τίνα δὴ ταῦτά ἐστι τὰ ἔξωθεν, ὑπηγγειλάμην γὰρ οὖν καὶ τοῦτο διορίσασθαι, 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]