Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

πειρῶμαι κατασκευάζειν νῦν, ὅπερ ἂν ἴσως οἰηθείη τις, ὡς οὐκ ἐνδέχοιτό ποτε σφαλῆναι τὸν ἐκ τοιαύτης θεωρίας ὁρμώμενον, ἀλλ’ ὅτι τὰ πλείω τεύξεσθαι τἀληθοῦς, οὐ πιθανοῖς λόγοις, ἀλλ’ αὐτοῖς τοῖς ἔργοις διεδειξάμην. ἐκεῖνο δὲ βέβαιον οἶδα ποιοῦντας ἐνίους τῶν βασκαινόντων τοῖς ἀρίστοις. ἀξιοῦσι γὰρ ἀεὶ προλέγειν ἡμᾶς τὸ μέλλον, κᾂν μηδὲν ἔχωμεν ἐνίοτε βέβαιον σημεῖον, καίτοι τοῖς ἱεροσκόποις τε καὶ τοῖς οἰωνισταῖς ἐπεκθύεσθαι καὶ ἐπεξοιωνίζεσθαι συγχωροῦσιν, ὅταν ἀσαφῆ γένηται τὰ μαντεύματα, εἶθ’ ἅμα μὲν ἀντιλέγουσιν ἡμῖν ὡς μείζονος ἢ κατ’ ἄνθρωπον θεωρίας ἐφιεμένοις, ἅμα δ’ ἐπὶ τῶν ἔργων οὕτω πικρῶς ἐξετάζουσι τὰς προῤῥήσεις ὡς οὐδένα τῶν μάντεων. ἀλλὰ γὰρ οὐ πρὸς τούτους ἀποβλέπειν, ἀλλ’ εἰς αὐτὴν χρὴ τὴν ἀλήθειαν καὶ τῶν σημείων τὰς δυνάμεις ἀκριβῶς ἀσκήσαντας διαγινώσκειν, ἐπειδὰν ἀσφαλῶς οἷόν τε ᾖ διορίζεσθαι, προλέγειν τηνικαῦτα διατεινόμενον, εἰ δ’ ἀσαφὲς εἴη τι, τὴν ἑξῆς ἡμέραν ἀναμένειν. εἰ δὲ καὶ μὴ κατ’ αὐτήν τι δυνάμεθα βεβαίως προειπεῖν, ἄμεινον ἡσυχάζειν ἢ προπετῶς ἀποφηνάμενον σφαλῆναι. ἔγωγ’ οὖν ἐκ τῆς τοιαύτης

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]