Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἀσφαλείας ὁρμώμενος οὐκ οἶδα σφαλεὶς ἐν προῤῥήσει χρόνου πολλοῦ, καίτοι κατὰ τὴν πρώτην εὐθὺς ἀρχὴν τοῦ πυρετοῦ πολλάκις ὑπὲρ ὅλης ἀπεφηνάμην αὐτοῦ τῆς φύσεως, ἢ τριταῖον εἰπὼν εἶναι τὸν εἰσβάλλοντα τοῦτον πυρετὸν, ἢ τεταρταῖον, ἢ ἀμφημερινὸν, ἢ τούτων μὲν οὐδένα, συνεχῆ δέ τινα καὶ ὀξὺν, οὐκ ἂν ὑπερβάλλοντα τὴν δ΄ ἡμέραν. ἀλλ’ ἐπὶ πάσης ἀρχῆς οὐχ οἷόν τε διαγνῶναι τὸ μέλλον, ἀλλ’ εἴ τις ἂν ἀκριβῶς ἐμφανίζει τὴν τοῦ νοσήματος ἰδέαν, καὶ τοῦτο δὲ τῆς περὶ κρίσεών ἐστιν ἤδη πραγματείας.

Πάλιν οὖν ἐπὶ τὸ προκείμενον ἐπανιτέον καὶ ῥητέον ὡς εἴ τις κατὰ τὴν πρώτην ἡμέραν ὀξέως μὲν πυρέττοι, μηδὲν δ’ αὐτῷ προσείη κινδυνῶδες σημεῖον, εὑρεθείη δέ τι κᾀν τοῖς οὔροις πέψεως γνώρισμα τῆς δ΄ ἡμέρας, οὐκ ἂν ἐξωτέρω λυθείη τὸ νόσημα. καὶ μὲν δὴ κᾂν εἰ πάντα ὀλέθρια κατὰ τὴν α΄ ἡμέραν εὐθὺς εὑρίσκοιτο, τεθνήξεται πάντως οὐκ ἐξωτέρω τῆς δ΄· εἰ δέ γε πυρέττοι μὲν ὀξέως, μηδὲν δὲ αὐτῷ παρείη τῶν ὀλεθρίων, ἀλλὰ μηδέ τι τῆς πέψεως γνώρισμα, τοῦτον οὐκ ἐνδέχεται τεταρταῖον παύσασθαι. 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]