Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

διορίζεσθαι δεῖ πάλιν ἐνταῦθα πότερον ὥπερ οὐδὲν ὑπάρχει γνώρισμα πέψεως αὐτῷ, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ χρόνου γνώρισμα πολλοῦ, ἢ πρὸς τῷ τὰ τῆς πέψεως ἀπεῖναι σημεῖα καὶ τὰ τοῦ χρόνου πρόσεστιν. εἰ μὲν γὰρ ὥσπερ τὰ τῆς πέψεως, οὕτω καὶ τὰ τοῦ χρόνου τελέως σημεῖα ἀπείη, περὶ τὴν δευτέραν τετράδα τὴν ἀκμὴν ἀπολήψεται τὸ νόσημα· εἰ δὲ καὶ χρόνου μακροῦ σημεῖον παρείη, πάντως μὲν ὑπερπεσεῖται τὴν δευτέραν τετράδα, τουτέστι τὴν ἑβδόμην ἡμέραν. εἰς δὲ πόσον ἐκταθήσεται, τοῦτο οὐκ ἐγχωρεῖ γινώσκειν εὐθὺς κατ’ ἀρχὰς, ἀλλ’ ἐν ταῖς ἐφεξῆς ἡμέραις διορισθήσεται. τοσοῦτον δ’ ἂν ἤδη πρὸς τῷ καλῶς διαιτᾷν ἀπολαύσεις ἐκ τῆς εἰρημένης προγνώσεως, γινώσκειν ὅτι χρὴ τρέφειν ἤδη τοσοῦτον ὡς ἂν ἐξ ὑστέρου μελλούσης ἔσεσθαι τῆς ἀκμῆς. ὅκου μὲν γὰρ κάτοξυ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει, καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι· ὅκου δὲ μὴ, ἀλλ’ ἐνδέχεται ἁδροτέρως διαιτᾷν, τοσοῦτον ὑποκαταβαίνειν ὁπόσον ἂν ἡ νοῦσος μαλθακωτέρα τῶν ἐσχάτων ᾖ· δηλονότι τὰ ἔσχατα τὴν ἀκμὴν λέγει τοῦ νοσήματος,

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]