Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

εἴ γε δὴ καὶ τὸ κάτοξυ τοὺς ἐσχάτους πόνους ἔχειν αὐτίκα φησὶ, τουτέστι τοὺς παροξυσμοὺς καὶ τὰ συμπτώματα, τοῦτο δὲ οὐδὲν ἄλλο ἢ ἀκμάζειν ἐστὶ τὸ νόσημα. τὸ δὴ τοιοῦτον νόσημα τὸ κατὰ τὴν ἀρχὴν εὐθέως ὅτι τὴν δευτέραν ὑπερβήσεται τετράδα δηλοῦν, ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ τῶν ἡμερῶν ἐπιγνοίης ἂν ἀκριβέστερον εἰς ὅσον ἂν ἐκταθήσεται χρόνου μῆκος. ἐν δὲ τῇ δ΄ κᾂν ἐγγυτάτω στοχάσαιο τὴν μέλλουσαν ἀκμήν τε καὶ κρίσιν. εἰ μὲν γὰρ τά τε τῆς ἀπεψίας σημεῖα καὶ τὰ τοῦ χρόνου μηδὲν ἀξιόλογον ὑφιέντα φαίνοιτο καὶ τῆς τρίτης τετράδος ἐπὶ πλεῖον ἡ νόσος ἐκταθήσεται. εἰ δέ τινα σαφῆ ποιοῖτο μεταβολὴν, οὐ μὴν ἤδη γέ τι σημεῖον πέψεως ἐν τῇ πρώτῃ τετράδι φαίνοιτο, περὶ τὴν τρίτην τετράδα προσδέχεσθαι τὴν κρίσιν. εἰ δ’ ἄπεπτον ἔτι δὴ φαίνοιτο κατὰ τὴν ἑβδόμην ἡμέραν, οὐ μὴν ἐξαίρετόν τι καὶ μέγα χρόνου σημεῖον ἔχον, ἐλπίζειν μὲν εἰς τὴν τετάρτην τετράδα, τουτέστιν εἰς τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἐκταθήσεσθαι τὴν κρίσιν αὐτοῦ, διορίζεσθαι δ’ ἀκριβῶς ἐπὶ τῆς ἑνδεκάτης. ὡς γὰρ ἡ

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]