Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

δ΄ τὴν ἑβδόμην, οὕτω καὶ ἡ ἑνδεκάτη τὴν τεσσαρεσκαιδεκάτην προδηλοῖ· σαφὲς μὲν δή τι καὶ ἀκριβῶς πιστὸν ἥδε προδείξασα πέψεως σημεῖον ἐν τῇ ιδ΄ τὴν κρίσιν ἔσεσθαί φησι· ἀμυδρὸν δ’ εἰ γένοιτο, προσέχειν ἤδη τὸν νοῦν τοῖς ἄλλοις. εἰ μὲν γὰρ ὀξέως τε κινοῖτο τὸ νόσημα καὶ μηδὲν τῶν ἄλλων κωλύοι, τάχ’ ἄν που καὶ ἡ ιδ΄ κρίνειεν· εἰ δὲ μὴ, περὶ τὴν ιζ΄ ἡ κρίσις. εἰ δ’ ὅλως μηδὲν ἐπὶ τῆς ια΄ προδηλωθείη, τὴν μὲν ιδ΄ οὐκ ἐνδέχεται κρίνειν. σκοπεῖσθαι δὲ κᾀνταῦθα τήν τε τοῦ νοσήματος ὅλου κίνησιν καὶ τὰ ἄλλα πάντα συμπτώματά τε καὶ σημεῖα, πότερον περὶ τὴν ιζ΄ ἢ καὶ ιη΄ ἐλπίζειν χρὴ κρίσιν, ἢ προσωτέρω γενέσθαι. ἐνίοτε μὲν γὰρ καὶ κατὰ ταύτας κρίνεται, τὰ πολλὰ δὲ καὶ κατὰ τὴν εἰκοστὴν, ἔνια δὲ καὶ κατὰ τὴν κα΄. ἐπίδηλος δ’ ἀμφοῖν μὲν ἡ ιζ΄ καὶ μᾶλλον τῆς κ΄, ἡ δὲ ιη΄ μόνης τῆς κα΄. εἰ δέ τι καὶ κατ’ ἀρχὰς εὐθὺς νόσημα μὴ σφόδρα ταχέως κινούμενον, ἀλλ’ οἷον ἐνδόμυχον εἰσβάλλοι, καὶ τἄλλα αὐτῷ σημεῖα προσείη μακροτέρου χρόνου, τούτου τοῦ νοσήματος οὐχ οἷόν τε κατ’ ἀρχὰς προγνῶναι τὴν ἀκμήν. ἀλλ’ ὅτι μὲν οὐκ ἐντὸς τῆς ιδ΄ κριθήσεται

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]