Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

δῆλον· εἰς ὅσον δέ γε ἐκταθήσεται μῆκος οὐδέπω δῆλον, ἀλλὰ χρὴ διορίζεσθαι πρῶτον μὲν εἰ κινδυνῶδές ἐστιν, ἢ ἀκίνδυνον. κινδυνώδους μὲν γὰρ ὄντος καὶ σὺν τούτῳ τῆς δυνάμεως ἀῤῥώστου, φθάσειεν ἂν ὁ ἄνθρωπος ἀποθανεῖν πρὶν εἰς μακρὸν ἐκταθῆναι χρόνον· ἀκινδύνου δὲ πόῤῥω πάντως ἡ κρίσις., οὐ γὰρ ἐνδέχεται ταχέως κριθῆναι τὸ χρόνου μακροῦ προδεῖξαν γνώρισμα. πόσος οὖν χρόνος ἀκριβῶς αὐτῷ γενήσεται μὴ ὅτι κατὰ τὴν πρώτην ἡμέραν, ἢ τὴν δευτέραν, ἢ τὴν τρίτην, ἀλλὰ μηδὲ κατὰ τὴν τετάρτην, ἐλπίζειν ἐξευρίσκειν ἀκριβῶς, ἀλλ’ ἐν ταῖς ἐφεξῆς περιόδοις τῶν κρισίμων ἡμερῶν ἔσται δῆλον. ἐπὶ μὲν τῆς δευτέρας τετράδος ἔστι που στοχαζομένῳ πλατύτερον, ἀκριβέστερον δ’ ἐπὶ τῆς τρίτης. εἰ μὲν γὰρ ἕως τῆς ζ΄ ἡμέρας τὰ τῆς ἀπεψίας τε καὶ τοῦ χρόνου σημεῖα φαίνοιτο σφοδρότερα, πρὸ τῆς κ΄ οὐκ ἐνδέχεται κριθῆναι, μετριωτέρων δὲ γενομένων ἢ ἴσων διαμενόντων ἐνδέχεται. ἐὰν οὖν ὅτι πρὸ τῆς κ΄ οὐκ ἐνδέχεται κριθῆναι σαφῶς ἂν εἰδείης, εἰ δ’, ὡς εἴρηται, σφοδρῶν τῶν γνωρισμάτων τοῦ χρόνου γενομένων, ἐπισκέπτου τὴν τρίτην τετράδα, κᾂν ἔτι καὶ κατὰ ταύτην ἐπιτείνηται, τά τε τοῦ χρόνου

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]