Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

καὶ τὰ τῆς ἀπεψίας σημεῖα πόῤῥω που τῆς κ΄ ἐκταθήσεσθαι τὴν κρίσιν ἔλπιζε. μενόντων δ’ ἴσων, ὅτι μὲν κᾀνταῦθα μετὰ τὴν εἰκοστὴν ἤδη καὶ τοῦτο λέγειν ἐγχωρεῖ, τὴν δ’ ἡμέραν αὐτὴν οὐχ οἷόν τε γινώσκειν ἤδη. δηλώσει δὲ αὐτὴν ἡ τρίτη τε καὶ τετάρτη τετράς. εἰ γὰρ ἀεὶ καὶ μᾶλλον ἐκλύοιτο τὰ τῆς ἀπεψίας σημεῖα, τῇ μετὰ τὴν τρίτην ἑβδομάδα πρώτῃ τετράδι κριθήσεσθαι τὴν νόσον ἔλπιζε. μὴ πάνυ δ’ ἀξιολόγου γενομένης τῆς μεταβολῆς, εἰς τὴν τετάρτην ἑβδομάδα προβήσεται. τὰ δ’ ἕως τῆς ιδ΄ ἡμέρας ἄπεπτά τε παντάπασιν ὑπάρχοντα καὶ βραδύτερόν πως κινούμενα νοσήματα τῆς μ΄ οὐκ ἂν ἐγγυτέρω κριθείη. μετὰ δὲ τὴν μ΄ ὅτι τὰ τῶν κρίσεων ἐκλύεται καὶ μάλιστα ταῖς κατὰ βραχὺ πέψεσιν, ἤ ταῖς ἀθρόαις μεταβολαῖς τὰ νοσήματα λύεται καὶ ἡμῖν μὲν ἔμπροσθεν εἴρηται, καὶ τοῖς ἄλλοις δὲ πᾶσιν ὅσοις τῶν ἔργων τῆς τέχνης φροντὶς οὕτω δοκεῖ, καθάπερ οὖν καὶ Ἀρχιγένει. γίνονται μέν ποτε καὶ κατὰ ταύτας ὀξεῖαι μεταβολαὶ, ὥσπερ κᾀν τοῖς ἐφ’ Ἱπποκράτους γεγραμμένοις ἀῤῥώστοις ἔστιν εὑρεῖν. ἡ δὲ τῆς προγνώσεως αὐτῶν μέθοδος αὕτη. καθόλου γὰρ χρὴ τὰς

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]