Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἔξω τούτων. ἀλλὰ καὶ τὸ μήτε πάσας ἀλλήλων διεζεῦχθαι τὰς ἑβδομάδας, ἀλλὰ καί τινας ἐξ αὐτῶν καὶ συνάπτεσθαι, μήτε πάσας τὰς τετράδας, ἀλλὰ καὶ τούτων τὰς μὲν διαζεύγνυσθαι, τὰς δὲ καὶ συνάπτεσθαι καὶ τὸ τὰς κρίσεις γίνεσθαι τοὐπίπαν ἐν μὲν τοῖς ὀξέσι νοσήμασιν ἐν περιτταῖς ἡμέραις, ἐν δ’ αὖ τοῖς χρονίοις ἐν ταῖς ἀρτίαις, ἅπαντά γε τὰ τοιαῦτα περὶ ὧν ἔμπροσθεν εἴρηται, πρὸς τῆς ἐμπειρίας ἱκανῶς μαρτυρεῖται. τῷ λόγῳ δ’ ἐξιχνεύουσιν ἡμῖν τὰς τούτων αἰτίας ἐφαίνετο δύο ἀρχὰς θέσθαι χρῆναι τὰς πρώτας ἁπάντων τῶν γινομένων, ἄτακτον μὲν τὴν ἐκ τῆς ἐνταῦθ’ ὕλης ὁρμωμένην, ἐν τάξει δέ τινι καὶ κόσμῳ προϊοῦσαν ἀεὶ τὴν ἐκ τῶν κατ’ οὐρανὸν, ἅπαντα γὰρ τὰ τῇδε πρὸς ἐκείνων κοσμεῖται. καὶ δὴ καὶ νῦν ἐπὶ συναμφοτέροις, τοῖς τε ἐκ τῆς πείρας γνωσθεῖσι καὶ οἷς ὁ λόγος ὑφηγήσατο, πειρᾶσθαι χρὴ πάντων τῶν κατὰ τὸν λόγον, καὶ κατ’ αὐτὴν πεῖραν τῶν κατὰ τὰς κρισίμους ἡμέρας ἐξευρίσκειν τὰς αἰτίας ἐνθένδε ποθὲν ἀρχομένους.

Πάντων μὲν τῶν ἄνωθεν ἄστρων ἀπολαύομεν

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]