Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

τῆς δυνάμεως, ἀλλ’ ὁ μάλιστα κοσμῶν τὰ τῇδε καὶ ῥυθμίζων καὶ διατάττων ὁ ἥλιός ἐστιν. οὐ γὰρ δὴ ἄλλος γέ τις ἦρος καὶ θέρους, φθινοπώρου τε καὶ χειμῶνος αἴτιος, οὐδ’ ἄλλος ἐπιφανῶς οὕτως οὔτ’ ἐξ ἰλύος γηΐνης ζῶα γεννᾷν πέφυκεν, οὔτε καρποὺς τελειοῦν, οὔτ’ εἰς ὀχείαν τε καὶ τὴν τοῦ γένους διαμονὴν ἐκκαλεῖσθαι τὰ ζῶα. μεγάλα μὲν καὶ τὰ τῆς σελήνης ἔργα περὶ τὴν ἐνταῦθα οὐσίαν, ἀλλὰ τῶν ἡλίου δεύτερα. καὶ γὰρ ἀεὶ τοὺς μῆνας αὕτη διατάττει, καὶ μάλιστ’ ἐπιφανῶς ἐν τοῖς θαλαττίοις ζώοις. ἀλλά τοι καὶ αὐτὸ τοῦτο δι’ ἥλιον ἔχει. νέον μὲν γὰρ αὐτῇ τὸ φῶς, ὅταν ἡλίου πρῶτον ἀπολαύει, τοσοῦτον δὲ αὐτῆς ἀεὶ πεφώτισται μέρος, ὁπόσον ὁ ἥλιος ὁρᾷ. τελέως δ’ ἐκλείπει καὶ ἀφώτιστος γίνεται τῆς γῆς ἐπισκοτούσης αὐτῇ, ὥστε ἐκ τῶν πρὸς ἥλιον ἀποστάσεων ἁπάσας ἔχει τὰς μεταβολάς. καὶ γὰρ καὶ πλήρης ἐστὶν, ἐπειδὰν διάμετρος ᾖ, καὶ διχότομος, ἐπειδὰν τετράγωνος, καὶ ἀμφίκυρτος, ἐπειδὰν τρίγωνος, καὶ μηνοειδὴς, ἐπειδὰν ἑξάγωνος, καὶ νέα τότε πρῶτον, ὅταν ἀπὸ συνόδου

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]