Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἐπιτροπεύει τόπον, οὐ δυνάμεως ὑπεροχῇ παρὰ τοὺς ἄλλους πλανήτας, ἀλλ’ ἐγγύτητι πλεονεκτοῦσα. διὰ τοῦτο πάντως μὲν κρύος κατέχει τὸν παρ’ ἡμῖν τόπον, ἐπειδὰν ὁ ἥλιος εἰς τὰ χειμέρια τρέπηται, καὶ πάντως θάλπος, ἐπειδὰν κατὰ κορυφὴν ἡμῶν ᾖ πλησίον τε ταύτης φέρηται. τὰς κατὰ μέρος δ’ ἐν ἑκάστῳ τῶν μηνῶν ἡμέρας ἡ σελήνη διατάττει, σμικρᾶς μεταβολῆς ἐξουσίαν ἔχουσα. καὶ ταύτην οὐχ ἁπλῶς, ἀλλ’ ἐξ ὧν ὑφ’ ἡλίου βλέπεται.

Σφοδρότεραι μὲν οὖν αἱ μεταβολαὶ κατὰ τὰς πρὸς ἥλιον αὐτῆς εἰσι συνόδους καὶ προσέτι τὰς πανσελήνους φάσεις ὀνομαζομένας· ἐλάττους δὲ τούτων ἐν ταῖς διχοτόμοις, ἀμυδραὶ δ’ ἐν ταῖς ἀμφικύρτοις τε καὶ μηνοειδέσιν. ἰσχυροτάτων μὲν γὰρ εἰς ἀλλοίωσιν τῶν ἔμπροσθεν ὄντων τῷ συνεῖναί τε καὶ καταλάμπεσθαι, φαινομένη γὰρ τέως, ἀφανὴς νῦν ἐστιν, ἐφεξῆς δ’ ἡ διάμετρος στάσις, ὡς ἂν διορίζουσα καὶ δίχα τέμνουσα τὰς ἐναντιωτάτας τῆς σελήνης διαθέσεις, ἰσχυροτάτη τῶν ἄλλων ἐστίν. ὅτι δ’ ἐναντιωτάτη 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]