Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

πάλιν ἑτέρῳ λόγῳ. καθάπερ ἡ ἑβδομὰς ὀξέων νοσημάτων κριτικὴ, τὸν αὐτὸν τρόπον ὥρας ἐνιαυσιαίου μεταβολὴ χρονίων ἔσται νοσημάτων λυτικὴ, ἵνα τὴν μὲν ἐν χειμῶνι συστᾶσαν νόσον ἔαρ λύσῃ, τὴν δ’ ἐν ἦρι θέρος, ὡσαύτως δὲ καὶ τὴν μὲν ἐν θέρει φθινόπωρον, τὴν δ’ ἐν ἐκείνῳ χειμών. ἐν δὲ ταῖς ἐν τῷ μηνὶ τετράσιν ἀνάλογον αἱ τῶν ὡρῶν εἰσιν ἑκάστης διχῇ τμηθείσης μοίρας. καὶ λέγεταί γε πρὸς τῶν ἀστρονόμων ὥσπερ ἀρχή τις εἶναι καὶ τελευτὴ τῶν ὡρῶν ἑκάστης ἐπιτολαῖς, ἢ δύσεσιν ἄστρων ἐπιφανῶν ὁριζομένη, κατὰ τὸν αὐτὸν τρόπον καὶ μεσότης ἑτέρου πάλιν ἄστρου φάσει διωρισμένη. τὰς οὖν τῶν νοσημάτων ἐν μέρει μεταβολὰς ἁπάσας ἢ ὡς πρὸς τὴν ἰδίαν ἀρχὴν αὐτῶν, ἢ ὡς πρὸς τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος τροπὴν ἀνάγκη γίγνεσθαι. τῶν μὲν οὖν πρὸς τὴν ἰδίαν ἀρχὴν ἐξηγεῖσθαι τὴν σελήνην, τῶν δ’ ὡς πρὸς τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος τροπὴν ἐν ὅλῳ μὲν τῷ ἐνιαυτῷ τὸν ἥλιον, ἐν ἑκάστῳ δὲ τῶν μηνῶν τὴν σελήνην. ἐκ δὲ τούτων συμβαίνει τὰς μὲν ἰσχυροτάτας μεταβολὰς εἶναι τὰς

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]