Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

Ἀρκτέον οὖν αὖθις ἀπὸ τῶν ὀξέων ἁπασῶν, ἐφεξῆς τῶν κρινουσῶν ἡμερῶν τὰς αἰτίας ἐξιχνεύοντας. ἐν μὲν δὴ τῇ πρώτῃ τοὺς ἐφημέρους λύεσθαι συμβαίνει πυρετοὺς, οὐ μὴν ἤδη μετ’ ἀγῶνός τε καὶ ταραχῆς ἀξιολόγου. καίτοι νομίζουσιν ἔνιοι καὶ Ἱπποκράτην τὰς κρινούσας ἡμέρας ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν καταλέγοντα καὶ τῆς πρώτης μεμνημονευκέναι, κατὰ διττὸν τρόπον ἁμαρτάνοντες. περίοδος γὰρ πρώτη καὶ οὐχ ἡμέρα πρώτη γέγραπται σαφῶς ἐν τῷ τῶν περιττῶν καὶ ἀρτίων καταλόγῳ. καθάπερ οὖν ἐν τῷ τῶν ἀρτίων περίοδον πράτην εἰπὼν ἐπιφέρει τὴν τετάρτην ἡμέραν, οὕτως ἐν τῷ τῶν περιττῶν τὴν τρίτην. ἔτι δὲ μᾶλλον ἀγνοοῦσι τὸ κατ’ ἀρχὰς τοῦ προγνωστικοῦ γεγραμμένον ἐπὶ τοῦ νεκρώδους προσώπου, τὸ κρίνεται ἐν ἡμέρῃ καὶ νυκτὶ, ἢν διὰ ταύτας τὰς προφάσιας τὸ πρόσωπον τοιοῦτον ᾖ, μή πω γινώσκοντες ὡς ἐπὶ τοῦ δοκιμάζεται καὶ ἀναγνωρίζεται λέλεκται. τούτους μὲν οὖν ἐατέον. ἀρχὴν δὲ τῶν μετὰ σάλου τινὸς ἀλλοιουσῶν ὀξέως τὰς νόσους ἡμερῶν τὴν τρίτην ἀπὸ τῆς ἀρχῆς θετέον, ὡς καὶ πρόσθεν εἴρηται, μηδεμίαν ἔχουσαν ἤδη

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]