Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ὑπομένει τὸν τῆς πέψεως χρόνον, ἀλλ’ εὐθὺς ἐκκρίνει σὺν τῷ λυποῦντι καὶ τὸ χρηστὸν, ἤδη τε πεπεμμένον αὐτάρκως ἐνίοτε βραδύνει τε καὶ μέλλει τὸ περιττὸν ἐκκρῖναι δι’ ἀῤῥωστίαν. ἐν δέ γε τῷ κατὰ φύσιν ἔχειν ὁ τῆς παντελοῦς πέψεως καιρὸς ὅρος ἐστὶν αὐτῆς τῆς τῶν περιττωμάτων ἀποκρίσεως, ὃν οὔτε προελάμβανεν οὔτ’ ἔμελλεν ἔτι παρόντος, ἀλλ’ ὡς ἐπὶ τῆς γαστρὸς, οὕτω καθ’ ὅλον ἐδείκνυτο τὸ σῶμα δύναμις ὑπάρχειν ἐν ἑκάστῳ τῶν μορίων ἀποκριτικὴ τῶν ἀλλοτρίων, ἥτις, οἶμαι, καὶ τὰς κρίσεις ἐν ταῖς νόσοις ἀπεργάζεται, καὶ διὰ τοῦτο ἄρισται γίνονται κρίσεις, ὅταν ἤδη πεπεμμένα τὰ κατὰ τὸ ζῶον ὑπάρχῃ πάντα. τὸ δὲ προεκρήγνυσθαι, καὶ γὰρ οὕτως ὀνομάζειν εἴωθεν Ἱπποκράτης, αὐτὸ μοχθηρόν ἐστιν. ὁμοῦ γὰρ τοῖς λυποῦσιν ἐκκρίνεται τὰ χρηστὰ καὶ γίνεται τοῦτο τῆς φύσεως ἐρεθισθείσης ἤτοι πρός τινος τῶν ἔξωθεν ἢ καὶ τῶν ἐν αὐτῷ τῷ σώματι ἐμπεριεχομένων. ἔξωθεν μὲν οὖν ἐστιν ὅ τ’ ἰατρὸς οὐκ ὀρθῶς τι πράξας ὅ τε κάμνων, οἵ θ’ ὑπηρέται, τά τ’ ἄλλα τὰ ἰδίως ἔξωθεν ὀνομαζόμενα, τὰ δ’ ἐν τῷ σώματι τά τε νοσήματά ἐστιν αὐτὰ καὶ τὰ τούτων αἴτια 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]