Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

μὲν ὁ ἄρτιος ἅπας ἀριθμὸς, ἄῤῥην δ’ ὁ περιττὸς, αἱ κρίσεις τῶν ὀξέων ἐν περιτταῖς· οὔτε γὰρ ἁπλῶς ἰσχυρότερος ὁ περιττὸς τοῦ ἀρτίου οὔτ’, εἴπερ ἰσχυρότερος, ἤδη θῆλυς ὁ ἀσθενέστερος, οὔτ’, εἰ θῆλυς μὲν οὗτος, ἄρσην δ’ ὁ ἕτερος, εὔλογον ἐν μὲν τοῖς ἄῤῥεσιν ἀριθμοῖς τὰς ὀξείας κρίνεσθαι νόσους, ἐν δὲ ταῖς θήλεσι τὰς χρονίας. ἅπαντα γὰρ ὅσα ληροῦσιν ὑπὲρ ἀριθμῶν δυνάμεως οὕτως εὐφώρατον ἔχει τὴν ἀτοπίαν, ὥστε μοί γε πολλάκις θαυμάζειν ἐπῆλθεν, εἰ οὕτως ὁ Πυθαγόρας ἐκεῖνος ἅμα τε σοφὸς ἦν ἀνὴρ ἅμα τε τοσοῦτον ᾤετο δύνασθαι τοὺς ἀριθμούς. ἀλλ’ οὐ νῦν καιρὸς ἀντιφλυαρεῖν αὐτοῖς. ἱκανὸν γὰρ εἰς τὰ παρόντα τό τε τὴν σελήνην ἀλλοιοῦν τὰ περίγεια καὶ μάλιστα μὲν καθ’ ἑβδομάδα τὰς μεγάλας ἐργάζεσθαι μεταβολὰς, ἐφεξῆς δ’ αὐτῶν κατὰ τετράδα τὰς μικρὰς, ὅτι τε παροξυσμοῦ δεῖται τοὐπίπαν ἡ κρίσις, ὅτι τε διὰ τρίτης ἐν τοῖς ὀξέσιν οἱ παροξυσμοί. τούτων γὰρ ὑποκειμένων ἀναγκαῖον ἔσται τὰς ὀξείας· νόσους ἐν περιτταῖς μᾶλλον ἡμέραις κρίνεσθαι. διὰ τοῦτο οὖν ἡ τρίτη

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]