Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

τε καὶ ἡ ε΄ κρίνουσιν εὐλόγως, οὐκ ἐκ τῆς σεληνιακῆς περιόδου λαβοῦσαι τὸ κρίνειν, ἀλλ’ ἤτοι τὴν μέλλουσαν ἐν τῇ δ΄ κρίσιν ἀπαντήσεσθαι τῆς τρίτης προλαβούσης τῇ βίᾳ τοῦ παροξυσμοῦ, ἢ καὶ νὴ Δία τῆς φύσεως ὑπὸ καμάτου τε ἅμα καὶ τοῦ μὴ βιασθῆναι κατὰ μὲν τὴν δ΄ ἡμέραν ἡσυχίαν ἀγούσης, κινηθείσης δ’ ἐπὶ τὴν κρίσιν ἐν τῇ ε΄. φαίνεται γὰρ αὕτη μὲν ὀλίγον ὑστερίζειν τῆς ὄντως κρισίμου, προλαμβάνειν δ’ ὀλίγον ἡ τρίτη καὶ τὸ κρίνειν ἐσχηκέναι, διότι πλησίον οὖσαι τῆς ὄντως κρισίμου τοὺς παροξυσμοὺς ἐδέξαντο. καὶ γὰρ οὖν καὶ ἡ θ΄ τῶν ἡμερῶν ἐν τῷ μέσῳ τεταγμένη δύο κρισίμων, ἑβδόμης τε καὶ ια΄, ἤτοι τὴν οὐ γεγενημένην ἐπὶ τῆς ζ΄ ἡμέρας κρίσιν ἢ τὴν ἐπὶ τῆς ια΄ ἐσομένην αὐτὴ σφετερίζεται κρίσιν· σπανιώτερον μὲν τὴν τῆς ζ΄, πολλάκις δὲ τὴν τῆς ια΄. ἡ μὲν γὰρ ἰδία τῆς ἑβδόμης ἡμέρας κρίσις οὐκ ἂν εἰς τὴν θ΄ ποτ’ ἀφίκοιτο μὴ πολλῶν ἁμαρτηθέντων, δειχθήσεται δὲ τοῦτο ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασιν, ἡ δὲ τῆς ια΄ ἔμπαλιν, ὅταν ἀκριβῶς τε πάντα πραχθῇ καὶ βίαιος ὁ τῆς ἐννάτης ἡμέρας γένηται παροξυσμός. ἀπόδειξις δ’ ἐναργεστάτη 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]