De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
ἑκατέρας τῆς σελήνης τὰς περιόδους καὶ βραχεῖ τινι λείπεσθαι
τὰς κοινὰς τῶν ἰδίων, ἀφαιρεθήσεται δή τι καὶ κατὰ τοῦτο
τοῦ τῆς ἑβδομάδος ἀριθμοῦ. συνεπιμιγνυμένης γὰρ τῆς κοινῆς
τῇ ἰδίᾳ καὶ οὔσης ὀλιγοχρονιωτέρας, ἀνάγκη καὶ κατὰ τοῦτο
παραθραύεσθαί τι τοῦ τῆς ἑβδομάδος ἀριθμοῦ καὶ οἷον ἐν
μεθορίῳ γίγνεσθαί τινι τοῦ κοινοῦ καὶ τοῦ ἰδίου. καλῶ δ’
ἴδιον μὲν τὸν ἐκ τῆς ζωδιακῆς περιόδου γινόμενον, ἑκάστῳ
γὰρ ἡμῶν αὐτὸς διαφέρει, κοινὸν δὲ τὸν ἐκ τῆς μηνιαίας, ὃν
ὀλίγον ἔμπροσθεν ἔδειξα μηδ’ ὅλως ὑπάρχειν ἑπτὰ καὶ εἴκοσιν
ἡμερῶν. ἐὰν γὰρ ἀπὸ μὲν τοῦ μηνιαίου χρόνου τοῦ ἀκριβοῦς,
ὃς ἀπολείπεσθαι τῶν τριάκονθ’ ἡμερῶν ἡμίσει μάλιστα μιᾶς
ἡμέρας ἐλέγετο τὰς τρεῖς ἀφέλῃς ἡμέρας τὰς περὶ σύνοδον,
αἱ λοιπαὶ δηλονότι τῶν ἑπτὰ καὶ εἴκοσι ἡμερῶν ἔσονται μείους
ἥμισυ τῆς μιᾶς ἡμέρας. ἀλλ’ οὗτος οὖν ὁ χρόνος ὁ διαιρούμενος
εἰς τὰς ἑβδομάδας, οὐχ ὁ σύμπας μηνιαῖος. ὥσθ’ ὁ κοινὸς
χρόνος τῆς ἑβδομάδος, ὁ τὸ περιέχον ἀλλοιῶν, ἐλάττων ἔσται
τοῦ καθ’ ἕκαστον ἰδίου. δύνασθαι δὲ καὶ οὗτος ἐλέγετο καὶ
διὰ τοῦτο παραθραύειν τι τοῦ χρόνου τῆς ἑτέρας ἑβδομάδος,
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]