Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

εἰκοστά· τὰ δεύτερα διακόσια δὴ καὶ τεσσαράκοντα. ὁ δ’ αὐτὸς χρόνος καὶ οὗτος ἂν λέγοιτο ἡμερῶν ἓξ καὶ ἡμίσεος καὶ ἕκτου καὶ εἰκοστοῦ τετάρτου καὶ τεσσαρακοστοῦ ὀγδόου. ὁ δὲ τηλικοῦτος χρόνος ἀπολείπεται τοῦ τῶν ἑπτὰ ἡμερῶν τετάρτῳ μέρει μιᾶς ἡμέρας καὶ ἔτι πρὸς τὸν ἀκριβῆ λόγον ἑξήκοντά τε καὶ ἑκατοστὰ εἰκοστὰ καὶ σμ΄, καὶ τούτων οὕτως ἐχόντων αἱ τρεῖς ἑβδομάδες ἡμερῶν εἴκοσιν ἔσονται καὶ προσέτι μορίου τινὸς ἡμέρας α΄ ἕκτου, ὥστε καὶ κατὰ τοῦτον τὸν τρόπον ἀκριβολογουμένοις ὀλίγον ὑπερβάλλει τῆς εἰκοστῆς ἡμέρας ὁ τῶν τριῶν ἑβδομάδων ἀριθμὸς, καὶ ταύτης ἔσται πολὺ μᾶλλον ἢ τῆς εἰκοστῆς πρώτης οἰκεῖος. ἐμοὶ μὲν δέδεικται κατά τε τὸ ἀληθὲς αὐτὸ καὶ κατὰ τὴν Ἱπποκράτους γνώμην ὅτι μηδὲν τούτων ὅλῃσιν ἡμέρῃσιν ἀτρεκέως ἀριθμεῖσθαι δύναται, τουτέστιν ἀπηκριβωμένως τε καὶ ἀπηρτυσμένως, οὔθ’ ἡ ἑβδομὰς οὔθ’ ἡ τετρὰς οὔθ’ ὁ μὴν οὔθ’ ὁ ἐνιαυτὸς, οὔτ’ ἄλλο τῶν ἁπάντων οὐδέν.

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]