Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

Ὅστις δὲ τῇ τῶν λόγων ἀκριβείᾳ δυσχεραίνει, τοῦτον οὐδεὶς ἀναγκάζει μανθάνειν αὐτοὺς, ἀλλ’ ἀρκεῖ τὸ πρῶτον αὐτῷ τῆσδε τῆς πραγματείας ὑπόμνημα. εἰ δὲ μὴ πάνυ τις ἀργὸς εἴη, προστιθέτω μὲν καὶ τὸ δεύτερον, ἀπεχέσθω δὲ τοῦ τρίτου. ἡμεῖς γὰρ ταῦτα καὶ αὐτοὶ γινώσκομεν, ὀλίγοις παντελῶς γεγραφότες, οὐδὲ τούτοις γε ἑκόντες. ἀλλ’ ἴσασι γὰρ θεοὶ καὶ καλείσθωσαν μάρτυρες, ὅτι πολλὰ βιασθέντες ὑπό τινων ἑταίρων ἠναγκάσθημεν αὐτοῖς γράψαι ταῦτα.

Μωροί τ’ ἄν εἴημεν, εἰ δημόσιον ἄκουσμα νομίζοιμεν εἶναι λόγον τοιοῦτον. ὅτι γὰρ τοῖς πολλοῖς ἀκούειν ἥδιον ἀμήτορα μὲν τὴν μονάδα, τολμᾷν δὲ τὴν δυάδα καὶ καθ’ ἕτερον τρόπον ἰδέαν μὲν τὴν μονάδα, τὴν δυάδα δὲ ὕλην ἄπειρον, εἶθ’ ἑξῆς τὴν τριάδα πεπερασμένην ἁρμονίαν, ἢ τέλειον ἀριθμὸν καὶ α΄, ἢ στερεὸν, ἢ ἐπίπεδον. ὅ τι γὰρ ἂν αὐτοῖς δόξῃ λέγουσιν ἄλλοι ἄλλο, καὶ Ἀθηνᾶν γε τινὰ καλοῦσιν ἀριθμὸν, ἕτερον δ’ Ἄρτεμιν, Ἀπόλλωνα δ’ ἄλλον. ὥσπερ οὖν οὐκ

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]