Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

τε καὶ ἔλλειψις, οὕτω κᾀνταῦθα. τινὲς μὲν ὅλως μισοῦσι καὶ τοὺς τἀληθῆ λέγειν ὑπὲρ ἑβδομάδος ἐπιχειροῦντας, ἐσχάτως ὄντες μισόλογοι τινὲς δὲ εἰς τοσαύτην ἐμπίπτουσι φλυαρίαν, ὡς καὶ τῶν μηδὲν προσηκόντων μνημονεύειν. ἑκατέρα, φασὶ, τῶν ἄρκτων ἀστέρων ἐστὶν ἑπτά. πρῶτον οὐκ ἀληθὲς, ἀλλὰ καὶ τοῦτ’ ἐσχάτην αὐτῶν ἀμαθίαν κατηγορεῖ. κείσθω γοῦν ἀληθές. ἀλλ’ οὔθ’ ὁ Βοώτης οὔθ’ ὁ δι’ αὐτῶν τῶν ἄρκτων δράκων ἀστέρων ἐστὶν ἑπτά. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔθ’ ὁ στεφανὸς οὔθ’ ὁ ἐγγόνασις οὔθ’ ὁ ὀφιοῦχος οὔτε καρκίνος, ἢ λέγω, οὔθ’ ὅλως οὐδὲν τῶν ιβ΄ ζωδίων, ἐν οἷς οἱ πλανῆται φέρονται. καίτοι ὅτι τὰ τῇδε κοσμοῦσιν οἵδε καὶ διατάττουσιν, οὐ τοῖς ἀστρονόμοις μόνον, ἀλλὰ καὶ τοῖς ἀρίστοις ἅπασιν ὡμολόγηται φιλοσόφοις. οὔτ’ οὖν τοὺς φλυαροῦντας ἀποδέχεσθαι χρὴ, καὶ τοὺς ἀποδιδράσκοντας ἀεὶ τοιαύτην θεωρίαν μὴ προσαναγκάζειν.

Ἐμοὶ δ’ οὖν αὐτὸ τὸ ἀληθὲς εἰς ὅσον ἀνθρώπῳ δυνατὸν εὑρῆσθαι νομίζω, γιγνωσκόμενον μέν που

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]