Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

καὶ πρόσθεν Ἱπποκράτει, καθότι διὰ τῆς προγεγραμμένης ῥήσεως ἐνεδείξατο, ῥαθυμίᾳ δὲ τῇ τῶν πολλῶν σιωπηθέν. ἐγὼ δ’ οὔτ’ ἄλλο τι παρ’ Ἱπποκράτους μάτην εὑρίσκω γεγραμμένον, οὔθ’ ὅτι μηδὲν τούτων ὅλῃσιν ἡμέρῃσιν ἀτρεκέως ἀριθμεῖσθαι δύναται, καὶ λαβὼν ἀρχὴν ὁμολογουμένην οὐκ ἀστρονόμοις μόνον, ἢ φυσικοῖς φιλοσόφοις, ἀλλὰ καὶ γεωργοῖς καὶ ναύταις καὶ πᾶσιν ἀνθρώποις, ὡς ἡ σελήνη τὸν περίγειον ἐπιτροπεύει τόπον, οἷον ὕπαρχός τις οὖσα μεγάλου βασιλέως τοῦ ἡλίου, ταῖς ταύτης περιόδοις ἐπέδειξα τὰς κρινούσας ἡμέρας ἑπομένας· ἐπέδειξα δὲ καὶ τῶν παρεμπιπτουσῶν ἡμερῶν τὰς αἰτίας καὶ διὰ τί τὰς τρεῖς ἑβδομάδας οὐκ εἰς τὴν κα΄, ἀλλ’ εἰς τὴν κ΄ μᾶλλον ὁ Ἱπποκράτης ἀξιοῖ περιάγεσθαι. τούτων δ’ ἀποδεδειγμένων οὐδὲν ἔτι χαλεπὸν εὑρεῖν οὐδὲ διὰ τί τὴν μὲν πρώτην ἑβδομάδα τῆς δευτέρας διαζεύγνυσι, συνάπτει δὲ ταύτην τῇ τρίτῃ, οὔτε γὰρ τὴν δευτέραν τῇ πρώτῃ συνάπτειν εὔλογον ἦν, εἰς τὴν ιδ΄ ἀφικνουμένης τῆς κρίσεως, οὔτε τὴν τρίτην τῇ δευτέρᾳ διαζευγνύναι

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]