Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

τόδε τὸ νόσημα, τὸ κατὰ τὴν κ΄ ἡμέραν, εἰ οὕτως ἔτυχε, κριθησόμενον, οὐδὲν ὠφελεῖ τὸν κάμνοντα. δύναται γάρ τις, μηδὲν φθεγξάμενος, ἀλλὰ μηδὲ νοήσας ὅλως ὅ τι ποτὲ χρὴ καλεῖν αὐτὸ, καλῶς διαιτῆσαι τὸν νοσοῦντα, μηδέν γε τῶν ἄλλων παραλιπὼν ἃ πρὸς τοῦτο διαφέρει. τὸ μὲν ἀληθὲς ἅμα καὶ χρήσιμον εἴρηταί μοι, τὸ δὲ τοῦ σοφιστικοῦ λήρου περαινέσθω, μετὰ ταῦτα δεικνύντων ἡμῶν κᾀνταῦθα, πόσον ἀγνοοῦσι τοῦ προσήκοντος οἱ πλεῖστοι τῶν ἰατρῶν. οἴονται γὰρ ὀξὺ μὲν καλεῖσθαι νόσημα τὸ ταχέως κρινόμενον, ἐναντίον δ’ ὑπάρχειν αὐτοῦ τὸ χρόνιον. ἔχει δ’ οὐχ οὕτω τἀληθὲς, ἀλλ’ ἔστι γάρ τι νόσημα βραχυχρόνιον μὲν, οὐ πάντως δ’ ὀξύ. καὶ τούτῳ μὲν ἐναντίον ἐστὶ τὸ χρόνιον, ἢ πολυχρόνιον, ἢ ὅπως ἄν τις ἑτέρως ἐθέλῃ καλεῖν αὐτό. τῷ δ’ ὀξεῖ φύσις ἑτέρα νοσήματος ἀντίκειται, οὐδὲν ἴδιον ὄνομα κεκτημένη. καὶ τοῦτ’ εἰκότως ἐγένετο· τοῦ γὰρ ὀξέως νοσήματος, ὡς ὁ μὲν Ἀρχιγένης ὑπεγράφετο, τοῦ διὰ συντόμως κινδυνώδους· ὡς δ’ Ἱπποκράτης

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]