Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἔλεγε, τοῦ μετὰ πυρετοῦ συνεχοῦς γιγνομένου, συμβεβηκὸς ἐξ ἀνάγκης ἔσται τὸ ταχέως κρίνεσθαι. κατὰ μὲν γὰρ τὸ τῆς κινήσεως εἶδος ὀξὺ προσηγόρευται, παύσασθαι δ’ ἀναγκαῖον αὐτὸ διὰ ταχέων, ὡς ἂν ἐπειγομένῳ πρὸς τὴν οἰκείαν τελευτήν. αὐτὸ γὰρ τοῦτ’ ἔστι τὸ ταχέως κινεῖσθαι, τὸ συῤῥεῖν ἐπὶ τὸ πέρας. ἔσται δὴ πάντως βραχυχρόνιον μὲν κατ’ ἄλλο μέν τι καὶ ἄλλο τῶν ἐν αὐτῷ, τό τ’ ὀξὺ καὶ τὸ βραχυχρόνιον εἰρήσεται. διὰ μὲν γὰρ τὸ τῆς κινήσεως ἠπειγμένον ὀξὺ, διότι δ’ οὐχ οἷόν τε χρονίζειν αὐτῷ ταχέως κινουμένῳ, βραχυχρόνιον ὀνομασθήσεται. φύσις δ’ ἄλλη νοσήματος αὐτῷ παράκειται βραχυχρονίου. πολλοὶ γὰρ τῶν ἐφημέρων πυρετῶν διά τινα ψύξιν, ἢ ἔγκαυσιν ἐπιπόλαιον, ἢ κάματον βραχὺν, ἢ ἀγρυπνίαν, ἢ λύπην, ἢ μέθην, ἢ θυμὸν, ἤ τι τοιοῦτον, ἐγένοντο μικροί τε ἅμα καὶ βραχεῖς καὶ τελέως ἀκίνδυνοι, καὶ τούτους οὐδεὶς οὔτε ἰδιώτης οὔτε ἰατρὸς ὀξὺ νόσημα καλεῖν εἴθισται. τὸ μὲν οὖν ὀξὺ τοῦ βραχυχρονίου σαφῶς ἐν αὐτοῖς τούτοις διακέκριται, τὸ δὲ βραδὺ τῷ πολυχρονίῳ

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]