Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

δείξωμεν ἑκάστου τὴν ἀξίαν. ἡ γὰρ τοιαύτη γνῶσις εἰς τὰς ἰάσεις τε καὶ λύσεις μέγα διαφέρει, μήτε τοὺς ἐν πισταῖς ἡμέραις κριθέντας δι’ ὑποψίας ἡμῶν ἑξόντων ἂν ἢ λεπτῶς διαιτησόντων, μήτε τοὺς ἐν ταῖς ἀπίστοις ἀφυλάκτως.

Πρώτην μὲν τοίνυν ἁπασῶν τῶν κρισίμων ἡμερῶν τὴν ἑβδόμην εἴπωμεν, οὐκ ἀριθμῷ δηλονότι καὶ τάξει πρώτην, ἀλλὰ δυνάμει τε καὶ ἀξιώματι, πάντα γὰρ ἔχει συλλαβοῦσα τὰ τῶν κρισίμων γνωρίσματα· καὶ γὰρ καὶ πλείστους κρίνει καὶ τελείως καὶ μετὰ σαφοῦς ἐκκρίσεως, ἢ ἀποστάσεως καὶ χωρὶς κινδύνου σφοδροῦ, καὶ τοὐπίπαν αὐτὴν ἡ τετάρτη προδηλοῖ. ἤτοι γὰρ τῶν οὔρων τις ἐν ἐκείνῃ πάντως, ἢ τῶν πτυσμάτων, ἢ τῶν διαχωρημάτων, ἢ ὀρέξεως, ἢ νοήσεως, ἢ αἰσθήσεως, ἤ τινος ἄλλου τοιούτου σαφὴς ἐγένετο μεταβολὴ, καὶ τῇδε τῇ μεταβολῇ τὸ μὴ οὐχ ὁμοίαν ἀπαντῆσαι τὴν ἐν τῇ ἑβδόμῃ κρίσιν ἀμήχανον, ἀγαθὴν μὲν, εἰ ἐπὶ τὸ χρηστὸν, πονηρὰν δὲ, εἰ ἐπὶ τὸ φαῦλον μεταβάλλοι. τὰ πολλὰ μὲν οὖν ἀγαθαὶ κρίσεις αἱ κατὰ τὴν ἑβδόμην ἡμέραν. καὶ γὰρ αὖ καὶ

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]