Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

τοῦτο ἐξαίρετον αὐτῇ πρόσεστιν. οὐ μὴν ἀλλὰ καὶ θνήσκουσί τινες ἐν αὐτῇ, καὶ τροπὴν ἀξιόλογον ἐπὶ τὸ χεῖρον ἔνιοι λαβόντες ἔν τινι τῶν ἐφεξῆς κρισίμων ἀπόλλυνται. τὴν δὲ ἕκτην ἡμέραν ὅσον ἀπολείπεται τῆς ἑβδόμης τῷ πλήθει τῶν ἐν αὐτῇ κρινομένων, τοσοῦτον πλεονεκτοῦσαν εὑρίσκω κακοηθείᾳ, καθάπερ ἐκ διαμέτρου τὴν φύσιν ἔχουσαν τῇ ζ΄. καὶ γὰρ καὶ τῶν ἐν τῇ τετάρτῃ μεταβαλλόντων ἐπὶ τὸ χεῖρον οἱ πλεῖστοι κατὰ τὴν ἕκτην ἀπόλλυνται. τοὐναντίον δὲ αὖ πάλιν εἰ χρηστὴ γένηται τροπὴ, τὴν ἑβδόμην ἀναμένει. κᾂν εἰ σπανίως δέ ποτε μεταβολὴν ἀγαθὴν ἐν τῇ τετάρτῃ γενομένην ἡ ἕκτη παραλαβοῦσα κρίνειν ἐπιχειρήσειεν, ἀμήχανον ὅσην ἐπιφέρει ταραχὴν καὶ κίνδυνον καὶ φόβον οὐ μικρὸν, ὡς αὐτίκα δὴ μάλα τεθνηξομένου τἀνθρώπου. καὶ γὰρ εἰ καταφέροιντο, κάρῳ τι παραπλήσιον αὐτοῖς γίνεται καὶ κεῖνται τελείως ἀναίσθητοί τε καὶ ἄφωνοι. καὶ εἴ τις ἔκκρισις ἐν αὐτοῖς γίνοιτο, λειποψυχοῦσί τε καὶ ἀσφυκτοῦσι καὶ ἀχροοῦσι καὶ τρέμουσι καὶ καταπίπτουσι, τῆς ἑβδόμης ἡμέρας ἀεὶ πρὸς λόγον τῆς ἐκκρίσεως τὴν εὐφορίαν ἐπαυξούσης. ἀτὰρ οὖν καὶ κακοήθη καὶ δριμέα καὶ δυσώδη τὰ πολλὰ διαχωροῦσί τε καὶ ἐμοῦσι κατὰ τὰς ἑκταίας

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]