Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἐκκρίσεις. ἱδρῶτες δὲ σπάνιοι μὲν οἱ ὁμαλοὶ καὶ δι’ ὅλου τοῦ σώματος καὶ θερμοί· κᾂν εἰ γένοιντο δέ ποτε τοιοῦτοι, διακόπτονται τὰ πολλὰ καὶ φόβος ἐπήρτηται τοῖς ὁρῶσι μὴ στῶσιν. ἔστι δ’ ὅτε παρωτίδας οὐκ εὐήθεις, ἢ καὶ ἰκτέρους ἐπήνεγκεν, ἤ τινα ἄλλην ἀπόστασιν ἀγῶνος ἑτέρου δεομένην εἰς λύσιν. εἰ δὲ καὶ δι’ οὔρων ποτὲ κρίνοιεν, οὐδὲ ταῦτα ἂν εὕροις χρηστά· καὶ γὰρ ὠμὰ καὶ ἄχροα καὶ λεπτὰ καὶ μηδεμίαν ἀγαθὴν ὑπόστασιν ἔχοντα, ἀλλ’ ἐνίοτε μὲν οἷον ὀστρακώδη, ἐνίοτε δὲ ψαμμώδη, πάντως δὲ ἀνώμαλόν τε καὶ ἄπεπτον, αὐτῷ τῷ πλήθει μόνον ὠφελοῦντα κατὰ τὴν ἕκτην ἡμέραν οἷς ἐπιφαίνεται. ταῦτα μὲν αὐτῆς τὰ μετριώτατα τῶν ἔργων, εἴ τις μέλλει σωθήσεσθαι. τοὺς πλείστους δὲ τοὺς μὲν αὐτίκα συνέκοψεν, ἢ ἀπέπνιξεν αἱμοῤῥαγίαις λάβροις, ἢ κενώσεσιν ἀμέτροις, ἢ καὶ κατοχαῖς τισιν ἢ μανίαις, τοὺς δ’ εἰς προὖπτον ὄλεθρον ἐνέβαλεν, ἰκτέρους ἐπαγαγοῦσα καὶ παρωτίδας οὐ χρηστὰς ἐγείρασα καὶ μαρασμοῖς ἀνιάτοις ἐνίοτε περιβάλλουσα, καὶ τί γὰρ οὐ κακὸν ἐπιφέρει; καί μοι πολλάκις ἐπῆλθε τὴν μὲν τῆς ἑβδόμης ἡμέρας φύσιν εἰκάζειν βασιλεῖ,

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]