Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

τὴν δὲ τῆς ἕκτης τυράννῳ. προνοεῖται γὰρ ἡ μὲν οἷον ἀγαθός τις ἄρχων τοῖς ὑπ’ αὐτὴν κρινομένοις, ἢ τῆς κολάσεως ὑφεῖναι τοῦ μεγέθους, ἢ τὴν νίκην ἐπιλαμπρῦναι. τὴν δὲ τῆς ἕκτης ἡμέρας ἔμπαλιν εἰκάσαις ἂν ἢ τοῖς ὀλεθρίοις αὐτὴν ἐπιχαίρειν, ἢ ταῖς σωτηρίαις ἄχθεσθαι καὶ ζητεῖν ὅποι τὸν θυμὸν ἐκπλήσει καὶ κακῶς δρᾶσαι τὸν εἰς αὐτὴν ἐμπεσόντα καὶ μακρᾷ κολάσει περιβάλλουσα διαχειρώσεται. φέρ’ οὖν, ἐνταῦθα γὰρ ὁ λόγος ἤδη μοι στήτω, πρὶν τῶν ἄλλων ἁπασῶν ἡμερῶν διέρχεσθαι τὴν φύσιν, εἴ τις ἔροιτό μου περὶ τῆς ἑβδόμης ἡμέρας, εἰ κρίσιμος ὑπάρχει, κᾄπειθ’ ἑτοίμως ἀποκριναμένου μου περὶ τῆς ἕκτης ἐπανερωτῴη, τί ἂν ἀποκριναίμην αὐτῷ; εἰ μὲν γὰρ αὐτὴν προσηγορίαν ἐπιφέροιμι καὶ τῇδε, τάχ’ ἄν τις δόξειέ με καὶ τὴν φύσιν αὐτῆς ὁμοίαν ὑπολαμβάνειν· εἰ δ’ ὅτι τὴν φύσιν ἐναντία, διὰ τοῦτο ταύτην ἐξαιροίμην τῶν κρισίμων, ἴσως ἂν τις ὑπονοήσειεν ἐκ ταὐτοῦ γένους ὑπάρχειν αὐτὴν τῇ δωδεκάτῃ τε καὶ ἑκκαιδεκάτῃ, περὶ ὧν ἔμπροσθεν εἶπον ὡς οὐκ εἶδον αὐτὰς κρινούσας οὐδεπώποτε. περὶ μὲν δὴ τούτων ἑτοίμως ἀποφανοῦμαι, καθάπερ εἶπον καὶ περὶ

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]