Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

τῆς ἑβδόμης. τὰς μὲν γὰρ, ὅτι μηδὲν ἔχουσι τῶν κριτικῶν γνωρισμάτων, οὐκ εἶναι κρισίμους ἐρῶ· τὴν δ’, ὅτι πάντα, διὰ τοῦτο κρίσιμον ὑπάρχειν. ἁπλῆν δ’ οὕτως ὑπὲρ τῆς ἕκτης ἀπόφασιν οὐκ ἔχω ποιήσασθαι. κρίνει μὲν γὰρ πολλάκις, ἀλλ’ ἐπιβούλως τε καὶ πονηρῶς, ὥστ’ εἴπερ ἀναγκάζει μέ τις ἀποκρίνασθαι περὶ αὐτῆς, οὐ λόγῳ μακρῷ χρησάμενος ὥσπερ ὀλίγον ἔμπροσθεν, ὅτε διῄειν αὐτῆς ἅπασαν τὴν φύσιν, ἀλλ’ ἐν κεφαλαίῳ περιλαβὼν κακὴν ἂν εἴποιμι κρίσιμον εἶναι τὴν ἕκτην ἡμέραν, ὥσπερ τὴν ἑβδόμην ἀγαθήν. οὐ μὴν οὕτω γε προσήκει κατακλείειν ἑαυτὸν εἰς ἁπλῆν καὶ στενὴν ἀπόφασιν ὑπὲρ πράγματος οὐχ ἁπλοῦ. τά τε γὰρ ἄλλα καὶ περὶ ὀνόματος ἁμιλλώμενοι λελήθασιν οἱ πολλοὶ τῶν ἰατρῶν. οἱ μὲν γὰρ τὴν ἀθρόαν ἐν νόσῳ μεταβολὴν ἡγοῦνται κρίσιν, οἱ δ’, εἰ μὴ προσείη τὸ ἐπ’ ἀγαθῷ, κρίσιν οὔπω τὸ τοιοῦτον ὀνομάζουσιν, ἔνιοι δὲ τούτων μὲν ἑκάτερον ἀποτέλεσμα κρίσεως εἶναί φασιν, τὴν κρίσιν δὲ αὐτὴν τὸν μεταβλητικὸν ἐπιφανῶς ἐν ὀξεῖ καιρῷ σάλον ὑπάρχειν οἴονται, ἐξ αὐτῆς δηλονότι τοῦ νοσήματος τῆς φύσεως γινόμενον, οὐκ ἔξωθεν· εἶτ’ ἐρίζουσι 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]