Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

περὶ τοῦ σημαινομένου μακρὰ, μηδ’ αὐτὸ τοῦτο γινώσκοντες, ὡς ἀποχωρήσαντες τῶν ἰατρικῶν πραγμάτων ἢ διαλεκτικοῖς, ἢ γραμματικοῖς, ἢ ῥήτορσι πρέπουσαν ἐπαναιροῦνται σκέψιν. διαλεκτικοῦ μὲν γὰρ ὑπὲρ ὀνομάτων ὀρθότητος σκοπεῖσθαι, ῥητόρων δὲ καὶ γραμματικῶν, εἰ σύνηθες τοῖς Ἕλλησι τοὔνομα. καὶ ταῦτα ποιοῦσιν ἔνιοι τῶν ἰατρῶν εἰς τοσοῦτον ἢ διαλεκτικῆς, ἢ γραμματικῆς, ἢ ῥητορικῆς ἐπαΐοντες εἰς ὅσον ὄνοι λύρας. οὗτοι μὲν οὖν καὶ τὰ τῶν ἰατρῶν ἀφέντες καὶ τὰ τῶν ἄλλων κακῶς μεταχειρισάμενοι καθ’ ἑκάτερα πλημμελοῦσιν. ἡμεῖς δὲ ὅπως μὲν ἄν τις ἄριστα χρῷτο τοῖς ἰατρικοῖς ὀνόμασιν, ἑτέρωθι δεδηλώκαμεν· ἐν δὲ τῷ παρόντι λόγῳ τῶν ἡμερῶν τὴν φύσιν ἐξηγήσασθαι προὐθέμεθα, τοὺς σοφιστικοὺς λήρους ἑτέροις παρέντες, οἷς οὐ τῶν ἔργων τῆς τέχνης φροντὶς, ἀλλὰ τοῦ φλυαρεῖν, ὥσπερ ἐπὶ μειρακίων διατριβαῖς. εἰρήσεται μὲν οὖν τι κᾀν τοῖς ἑξῆς ὑπὲρ τῶν προειρημένων ὀνομάτων, ἵν’ ἔχῃ τις αὐτῶν λύειν τὰ σοφίσματα, διαστελλόμενος τὰς ὁμωνυμίας. ἐν δέ γε τῷ νῦν λόγῳ

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]