Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

τῷ ἐνεστῶτι τὸ χρήσιμον αὐτὸ διέλθωμεν πρότερον, ὥσπερ ἐν ἁπάσαις ἐποιησάμεθα ταῖς πραγματείαις, ἵν’ ἤδη τις ἔχων τοῦτο καὶ καρπούμενος ἐκ περιουσίας ἐλέγχειν μάθῃ τοὺς λήρους τῶν σοφιστῶν. τά τε γὰρ ἄλλα καὶ ὡς ἄνευ τῆς φλυαρίας αὐτῶν τῆς μακρᾶς ἔνεστιν ἐκμαθεῖν τοῖς εἰσαγομένοις εἰς τὴν τέχνην ἅπασαν ἀκριβῶς τῶν ἡμερῶν τὴν φύσιν ἐξ αὐτῆς τῆς διδασκαλίας ἔργῳ μαθεῖν ἔστι, καίτοι γε παντάπασιν ἀπέχεσθαι τῆς φλυαρίας αὐτῶν οὕτω δεδημοσιευμένης ἀδύνατον. ἀμέλει καὶ ἡμεῖς ἐν τοῖς ἔμπροσθεν λόγοις, καί περ ἄκοντες, ὅμως αὐτῆς ἐφηψάμεθα.

Νόμιζε τοίνυν ἐκεῖνα μὲν οἷον προοίμιόν τί μοι διὰ τὸ τῆς θεωρίας ἔνδοξον γεγονέναι, τὸ δὲ χρήσιμον αὐτὸ καὶ διαφέρον εἰς τὰ τῆς τέχνης ἔργα νῦν λέγεσθαι πᾶν ἐφεξῆς, ὅτι μὲν χρήσιμον ὑπάρχει, καὶ χωρὶς συνηγορίας ἐνδεικνύμενον, ὅτι δὲ καὶ ἀληθὲς, οὐκ εὐθὺς φαινόμενον, ἀλλὰ τὴν ἐξ αὐτῶν τῶν πραγμάτων κρίσιν ἀναμένον. ὥστε καὶ τοὺς ἀναλεξομένους αὐτὸ παρακαλέσαι καιρὸς, ἐπειδὰν, ὥσπερ ἡμεῖς ἐκρίναμεν ἅπαντα τὰ τῇδε γεγραμμένα παμπόλλῳ χρόνῳ,

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]