Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

καὶ αὐτοὶ βασανίσωσιν ἐπὶ τῶν ἀῤῥώστων αὐτὰ, τότ’ ἀποφαίνεσθαι τολμᾷν ὑπὲρ τῆς ἐν τοῖς εἰρημένοις ἀληθείας, πρότερον δὲ μή. πάλιν οὖν αὖθις ἀρκτέον ἡμῖν ἐστιν ἀφ’ ὧν περ ἐξ ἀρχῆς τοῦ γράμματος ὑπηρξάμεθα, καὶ λεκτέον ὅσα μὲν εἴρηται καὶ πρόσθεν διὰ κεφαλαίων ἀναλαμβάνουσιν, ὡς ὑπομνῆσαι μόνον, ὅσα δ’ οὔπω λέλεκται, κατὰ διέξοδον ἑρμηνεύουσιν. εἴρητο μὲν δὴ ταῦτα, τὰς λύσεις τῶν νοσημάτων ὅσαι ἀθρόαι γίνονται, δεῖσθαί τινος ἐκκρίσεως, ἢ ἀποστάσεως ἐπιφανοῦς, εἶναι δὲ τῶν ἡμερῶν ἐν αἷς γίνονται τὰς φύσεις διαφερούσας· τὴν μὲν γὰρ ἑβδόμην καὶ πολλάκις λύειν καὶ τελέως καὶ πιστῶς καὶ ἀγαθῶς καὶ ἀκινδύνως καὶ σαφῶς καὶ εὐσήμως, τὴν δ’ ἕκτην πολλάκις μὲν καὶ αὐτὴν, ἀλλ’ οὐχ ὁμοίως τῇ ἑβδόμῃ. καὶ γὰρ καὶ τῇ ποσότητι τῶν λυομένων ἀπολείπεσθαι καὶ τῷ τρόπῳ τῆς λύσεως πάμπολυ διαφέρειν. οὔτε γὰρ ἀγαθὰς ὑπάρχειν αὐτὰς, ἀλλὰ τὰς πλείστας μοχθηρὰς, οὔτ’ εἴπερ ἀγαθὰς, πάντως καὶ τελείας, ἀλλ’ οὐδ’ εἰ τελείας, εὐθὺς καὶ πιστάς· ὑποτροπιάζει γὰρ ἐνίοτε τὸ νόσημα, κᾂν ἀκριβῶς δόξῃ λελύσθαι. καὶ μὲν δὴ καὶ ὅτι τὸ

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]