Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

μετὰ κινδύνων τε καὶ ἀσαφῶς ἰδιαίτατόν ἐστι τῆς ἕκτης ἡμέρας, καὶ τοῦτο εἴρηται. τό γε μὴν ἀσήμως οὐ πάνυ τι τῆς ἕκτης ἴδιον, ἀλλ’ ἔστιν αὐτῆς ὥσπερ καὶ τῆς ἑβδόμης ἐπίδηλος ἡ τετάρτη. ταῦτα μὲν οὖν εἴρητο, προστιθέσθω δὲ τὰ λείποντα. τῆς ἑβδόμης τὴν φύσιν ἡ τεσσαρεσκαιδεκάτη μάλιστα μὲν μιμεῖται, πλησίον δ’ αὐτῶν ἐστιν ἐννάτη τε καὶ ἑνδεκάτη καὶ εἰκοστή. καὶ ταύταις ἐγγὺς ιζ΄ καὶ ε΄ καὶ μετὰ ταύτας ἡ τετάρτη καὶ μετὰ ταύτην ἡ τρίτη τε καὶ ἡ ιη΄. τῆς δ’ ἕκτης τὴν φύσιν οὐδεμία μὲν ἀκριβῶς ἐμιμήσατο τῶν ἄλλων ἡμερῶν. εἴ ποτε δ’ εἰς τὴν ὀγδόην ἡμέραν ἢ τὴν δεκάτην ἐμπέσῃ λύσις ἀθρόα νοσήματος, ὁμοιοῦταί πως τῇ κατὰ τὴν ἕκτην, ἀλλὰ καὶ σπανίως ἐν ταύταις λύεται καὶ οὔτε πιστῶς οὔτε ἀγαθῶς οὔτε τελείως, ἔτι τε πρὸς τούτοις ἀσαφῶς τε ἅμα καὶ ἀσήμως, ὥσθ’ ἑτέρας εἶναι φύσεως αὐτὰς πρὸς τὰς ἔμπροσθεν εἰρημένας. ὥσπερ δ’ ἐν ταύταις οὐ λύεται νόσημα ἀθρόως, οὕτως οὐδ’ ἐν ταῖς ἐφεξῆς εἰρησομέναις δωδεκάτῃ καὶ ἑκκαιδεκάτῃ καὶ ἐννεακαιδεκάτῃ. μεταξὺ δέ πως

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]