Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

καιρὸς ἂν εἴη λέγειν. εἰ δή τις ἐμπρησμοῦ κατὰ τὴν οἰκίαν, ἢ λῃστῶν ἐπελθόντων, ἢ ποταμοῦ κατακλύσαντος, ἐξαίφνης ἀναγκασθείη φυγεῖν, ὁπόση ἂν αὐτῷ βλάβη προσγένοιτο τί δεῖ καὶ λέγειν; οὕτω δὲ κᾂν εἰ καταπίπτοντος ὀρόφου τινὸς ἢ τοίχου γνοὺς ἐξαιφνίδιον ἐκπλαγῇ τε ἅμα καὶ φεύγειν ἐπιχειρήσειεν. εἰ δὲ καὶ διὰ τοῦ κεράμου τι καταῤῥυῇ, ἢ πλείονος ὑετοῦ γενομένου, κἄπειτα τοῦτ’ ἐπιχυθῇ τῇ κεφαλῇ τοῦ κάμνοντος, ἢ εἰ καὶ ἄλλος αὐτὸν ὁπωσοῦν βρέξειεν, ὡς ἀναγκάσαι μεταστῆναί τε καὶ ἀγρυπνῆσαι καὶ φοβηθῆναι, καὶ τοῦτ’ ἂν μεγάλως τὸν νοσοῦντα βλάψειεν. οὕτω δὲ καὶ θόρυβος γειτόνων, ἤ τι τοιοῦτον ἕτερον ἀγρυπνίας αἴτιον αὐτῷ γινόμενον, ἢ καί τις ἀγγελία λυπηρὰ, κατὰ τὸ μέγεθος τῆς ἑαυτοῦ βλάβης καὶ τὴν τῆς προῤῥήσεως ἀκρίβειαν διαφθείρει. ὅσα μὲν γὰρ δι’ αὐτὸ τὸ νόσημα μεταξύ τε τῆς προῤῥήσεως καὶ τῆς κρίσεως οἱ νοσοῦντες ἀγρυπνοῦσιν, οὐδὲν ταῦτα βλάπτει τὴν πρόῤῥησιν· ὅσα δ’ ἔξωθεν ἀδόκητα προσγίνεται, τούτων οὐδενός ἐστι προγνωστικὸς ὁ ἰατρός. ὅθεν οὐδὲ τὴν μέλλουσαν ἀπ’ αὐτῶν ἔσεσθαι βλάβην ὑπολογίσασθαι δυνατὸν

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]