Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

αὐτῷ καὶ προσθεῖναι τῇ κατὰ τὸν τοῦ νοσήματος λόγον ὑπαγορευομένῃ προῤῥήσει. ταῦτ’ οὖν αὐτὰ καὶ Ἱπποκράτης εὐθὺς κατ’ ἀρχὰς τῶν ἀφορισμῶν παραινεῖται λέγων· δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρεόντας καὶ τὰ ἔξωθεν. εἰ γὰρ, φησὶν, ἐξετάζειν τι καὶ βασανίζειν ἔγνωκας τῶν ἡμετέρων, αὐτός γε σὺ πρῶτον ἅπαντα ποίει τὰ δέοντα, καὶ δεύτερον δὲ καὶ ὁ νοσῶν εὐπειθὴς ἔστω σοι τὰ πάντα καὶ μηδὲν ὑπ’ ἀκολασίας ἁμαρτανέτω· καὶ τρίτον οἱ παρόντες αὐτῷ μηδὲν πλημμελείτωσαν, ὡς ἤτοι θυμὸν ἐγείρειν ἐφ’ οἷς ἁμαρτάνουσιν, ἢ λύπην ἐφ’ οἷς ἀκαίρως ἀγγέλλουσιν, ἢ βλάβην ἐφ’ οἷς ἐλλιπῶς παρασκευάζουσιν. ἀλλ’ ἡ μὲν παρασκευὴ πᾶσα πρὸ τοῦ τῆς κρίσεως ἑτοιμαζέσθω καιροῦ, τὰ δ’ ὄψα καλῶς ἐσκευάσθω, τὰ δὲ τῆς διακονίας ἄμεμπτα πάντα ἔστω. καὶ πρὸς τούτοις ἔτι τὸ τέταρτον γένος ὧν ὑπολογίζεσθαι προσέταξεν, ὀνομάζει δὲ αὐτὸ περιλαβὼν ἑνὶ ῥήματι τῷ τῶν ἔξωθεν, καίτοι πολυειδὲς ὑπάρχον, ἄμεμπτον ἔστω καὶ αὐτό. καὶ γὰρ ὑετοί καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ θόρυβοι γειτόνων καὶ κύνες

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]