De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
καὶ αὐτὰς τὰς κατὰ μέρος ὑποστροφὰς ἐν ἡμέραις τέ τισι
κρισίμοις ἄρχεσθαι καί τινα κρισίμων ἡμερῶν ἀριθμὸν προελθούσας,
αὖθις ἐν ἑτέρᾳ τινὶ τῶν κρισίμων ἡμερῶν κρίνεσθαι,
καὶ οὕτω γίνεται τὰ μὲν κατὰ μέρος ἅπαντ’ ὀξέα, τὸ
σύμπαν δὲ χρόνιον. ἐνίοτε δὲ καὶ τὰ διαλείμματα αὐτῶν
ἀριθμῷ τινι τῶν κρισίμων ἡμερῶν περιγράφεται, καθάπερ εἴ
τις ἑνδεκαταῖος κριθεὶς ἀτελῆ κρίσιν, ὑποστρέψειε τεσσαρεσκαιδεκαταῖος,
εἶτ’ αὖθις εἰκοσταῖος κριθεὶς ἐλλιπῶς ὑποστρέψειεν
ζ΄ καὶ κ΄, κᾄπειτ’ ἐντεῦθεν ὀξέως πάλιν διανοσήσας αὖθις
ἐν μ΄ κριθείη. ταῦτα μὲν οὖν αὐτὸς ἕκαστος ἐπί γε τῶν
νοσούντων ὄψεται, προσεδρεύειν αὐτοῖς ἐπιμελῶς ἐθελήσας
ἔν τε τοῖς ὑφ’ Ἱπποκράτους γεγραμμένοις ἀῤῥώστοις ἐπισκοπούμενος.
ὅτι δὲ καὶ τὴν ἑπτακαιδεκάτην μὲν τῆς ιη΄ καὶ
τὴν εἰκοστὴν τῆς κα΄ ἰσχυροτέραν ἡγητέον εἶναι δέδεικται σαφῶς
ἤδη τῆς πείρας ἕνεκεν τῆς Ἱπποκράτους. εἰ δὲ καὶ τῆς
ἐμῆς πείρας ἐφεξῆς ἀναμνημονεύσαιμι, μακρότερος μὲν ὁ λόγος
ἔσται, πιστότερος δ’ οὐδὲν μᾶλλον. εἰ μὲν γάρ τις καὶ αὐτὸς
παραφυλάττειν τὰ συμβαίνοντα τοῖς νοσοῦσιν ἐθέλοι καὶ
πιστεύειν τοῖς ὑφ’ Ἱπποκράτους εἰρημένοις, οὐδὲν ἔτι τῆς
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]