De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
κατὰ τετράδα μόνας ἀριθμεῖ τις, ἴσως γὰρ ἐπὶ τούτῳ ἐξελεγχόμενοι
πάλιν μεταβήσονται, ἐλάττους εἰσὶν, αἱ δὲ τῶν ιδ΄.
ὅτι δ’ οὐδ’ ἀναγινώσκειν ἴσασιν οἱ τὰ τοιαῦτα λέγοντες ᾧδ’
ἂν μάλιστα γνοίης. εἰ μὲν οὖν ἐν τῷ προγνωστικῷ τὴν μ΄
ἡμέραν κρίσιμον εἶπεν εἶναι τῶν ὀξέων, ἔπειτα ἐν τοῖς ἀφορισμοῖς
ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι ταῖς πάσαις ἔλεγεν αὐτὰ
κρίνεσθαι, τότε γ’ ἐνεχώρει τι τοιοῦτον οἷον ἐκεῖνοι λέγουσιν
ἐπινοεῖν. ἐπεὶ δὲ κᾀν τῷ προγνωστικῷ ἐν τεσσαράκονθ’ ἡμέρῃσιν
ἔφησιν αὐτὰ κρίνεσθαι, κᾀν τοῖς ἀφορισμοῖς ἐν τεσσαρεσκαίδεκα,
γελοιότατόν ἐστι τῆς αὐτῆς λέξεως ἄλλοτ’ ἄλλως
ἀκούειν. ἀμείνους δὲ τούτων οἱ μὴ ζητοῦντες τοὺς λόγους
ἀποδεῖξαι, ὁμολογοῦντες ἄλλου μὲν εἶναι τοὺς ἀφορισμοὺς ἀνδρὸς,
ἄλλου δὲ τὸ προγνωστικὸν, ἀλλ’ οὗτοι θαυμαστοὶ τῆς
μεγαλοψυχίας. ὅτι δὲ τὸ χρήσιμον εἰς τὴν τοιαύτην διδασκαλίαν
ὁ Ἱπποκράτης ἐπισκοπούμενος ἀεὶ τὰ μὲν ἁπλῶς
ὀξέα τὴν ιδ΄ ἡμέραν ὅρον ὀρθῶς ἔφησεν ἔχειν, τῶν δ’ ἐκ μεταπτώσεως
ὀξέων τὰ μὲν τὴν μ΄, τὰ δὲ τὴν ξ΄, αὐτάρκως
ἐπιδέδεικται.
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]