Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

διάθεσις αὔξησις μειώσει, οὐδὲν δέομαι δεικνύειν. ἐφεξῆς δὲ ταύτης τῆς συνόδου τε καὶ τῆς πανσελήνου αἱ διχότομοι εἰς δύο μέσον ἑκάτερα τέμνουσα, τὸν μὲν τῆς αὐξήσεως χρόνον ἡ προτέρα, τὸν δ’ αὖ τῆς μειώσεως ἡ δευτέρα. πάντων δ’ ἔσχαταί τε καὶ ἀμυδρόταται τροπαὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἐν ταῖς μηνοειδέσι καὶ ταῖς ἀμφικύρτοις φάσεσι γίνονται, καὶ μᾶλλόν γε ἐν ταῖς ἀμφικύρτοις· οὐδεμία γὰρ ἐν αὐταῖς μεγάλη μεταβολὴ, καθάπερ ἐν ταῖς μηνοειδέσιν. ὥστε οὐδὲ Ἄρατος κακῶς αὐτῶν κατεφρόνησεν, ὡς ἂν ἀμυδρῶν ὑπαρχουσῶν, ἐπαινεῖν τε χρὴ τοὺς γράψαντας ὑπὲρ αὐτῶν ὡς οὐδὲ τὸ σμικρότατον παραλιπόντας. ἴδιον δ’ ἐξαίρετον αἵ τὰς τ’ ἐν ταῖς πανσελήνοις τροπαὶ καὶ τούτων ἔτι μᾶλλον αἱ κατὰ τὰς συνόδους ἴσχουσιν, αἱ μὲν γὰρ ὀξυτάτας εὐθὺς ποιοῦνται τὰς μεταβολὰς, αἱ σύνοδοι δ’ ἀνωμάλους τε καὶ χρονίας. οὐδὲν γὰρ ἔχεις σαφῶς ἀποφῆσαι, πρὶν φανῆναι τὴν σελήνην. πολὺς δ’ οὗτος ὁ χρόνος ὁ τῆς κρύψεώς ἐστιν ὅλου σχεδὸν τοῦ ζωδίου. τὴν δ’ ἐκ τῆς αὐξήσεως εἰς τὴν μείωσιν μεταβολὴν ἀκριβῶς διορίζει στιγμὴ, καὶ ταύτην ἡ σελήνη

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]