De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
σελήνης γίνεται κίνησιν, οὐ γὰρ ἴσον ἀεὶ κινεῖται, καὶ διὰ τὴν
τοῦ πλάτους ἐξάλλαξιν, καὶ διὰ τὴν τῶν ζωδίων δύσιν οὐκ
ἰσόχρονον οὖσαν, καὶ πρὸς τούτοις ἔτι διὰ τὸν τῆς προγεγονυίας
συνόδου καιρὸν, ὥστ’ οὐκ ἀεὶ μὲν εἷς ὁ χρόνος ἐστὶν ἐν
ᾧ φαίνεται σαφῶς ἡ σελήνη. τοὐπίπαν δὲ τρεῖς ἡμέρας τὰς
περὶ σύνοδον ἢ ἀόρατος γίνεται τελέως, ἐν αἷς οὔπω τὰ παρ’
ἡμῖν ἀλλοιοῦν ἱκανή. καί πως εἰς ταὐτὸν ὁ χρόνος αὐτῆς συμβαίνει
τῆς τ’ οἰκείας περιόδου τῆς τ’ εἰς ἡμᾶς ἐνεργείας. ἡ
μὲν γὰρ περίοδος ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν ἐστιν, ἐπιλαμβανουσῶν
τρίτον ἔγγιστα μέρος· ἐν τῷ τοσούτῳ γὰρ χρόνῳ τὸν
τῶν ζωδίων κύκλον ἅπαντα διέρχεται· ἡ δὲ τῆς πρὸς ἡμᾶς
φάσεως, ὅτι καὶ ἥδε πρὸς τὸν αὐτὸν ἀριθμὸν ὁμολογεῖ, σαφῶς
εἴσῃ, τοῦ παντὸς χρόνου μηνιαίου τὸν τῆς κρύψεως ἀφελών.
ὅτι δ’ ὁ μηνιαῖος χρόνος οὐ τελέως τριάκοντά ἐστιν
ἡμερῶν, ἀλλ’ ἥμισύ που, καὶ τούτῳ προσδεῖ μιᾶς ἡμέρας,
Ἱππάρχῳ μὲν ἀποδέδεικται δι’ ἑνὸς ὅλου βιβλίου, γινώσκεται
δὲ ἤδη καὶ τοῖς ἰδιώταις σχεδὸν ἅπασιν ὡς τῶν μηνῶν ὁ
μὲν ἕτερος ὁ κυλλὸς ὑπ’ αὐτῶν ὀνομαζόμενος ἐννέα καὶ κ΄
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]