Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἡμερῶν ἐστιν, ὁ δ’ ἕτερος ὁ πλήρης τριάκοντα. χρὴ γὰρ ἀμφοτέρων ἐννέα καὶ πεντήκοντα γίνεσθαι τὰς πάσας, εἴπερ ὅλως ἐστὶν ἑκάτερος ἡμίσους ἀποδέων τριάκοντα.

Ὥσπερ οὖν τὸν ὅλον ἐνιαυτὸν ὁ ἥλιος, οὕτως ἡ σελήνη διατάττει τὸν μῆνα, καθ’ ἑβδομάδας τῆς ἀλλοιώσεως ἐν αὐτῇ γιγνομένης. ἀπό τε γὰρ τῆς πρώτης φάσεως ἐπὶ τὴν διχότομον, ἀπό τε ταύτης ἐπὶ τὴν πανσέληνον ἑκάτερος μὲν ὁ χρόνος ἡμερῶν ἐστιν ἑπτὰ, συναμφότερα δὲ τεσσαρεσκαίδεκα. κατὰ ταὐτὰ δὲ κᾂν εἰ μετὰ τὴν διχοτομηνιαίαν ἕως τῆς δευτέρας διχοτόμου συναριθμήσῃς, ἑπτὰ καὶ ταύτας εὑρήσεις τὰς ἡμέρας, καὶ τὰς λοιπὰς δὲ τὰς μέχρι τοῦ παντελῶς ἀφανισθῆναι τὴν σελήνην ἑπτά. τὸ δ’ ὅτι μεταβάλλει μεγάλας μεταβολὰς ὁ περιέχων ἡμᾶς ἀὴρ ἔν τε τῷ πρώτως κρύπτεσθαι καὶ πάλιν αὖ πρώτως φαίνεσθαι τὴν σελήνην, οὔτ’ ἄλλος τις τῶν ἀνθρώπων ἀγνοεῖ καὶ μάλιστα πάντων οἷσπερ δὴ καὶ μάλιστα μέλει τούτων, γεωργοῖς τε καὶ ναύταις, καὶ στάσιν γε καλοῦσι τηνικαῦτα τοῦ ἀέρος, ἐπειδὰν ἡ σελήνῃ πρώτως φανεῖσα κατά τινα τῶν

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]