Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἀνέμων ἱστῆται. λέγει γοῦν που καὶ ὁ Ἄρατος ἀληθέστατα λέγων, ἀπὸ τῆς πρῶτον ἀπὸ συνόδου φανείσης σελήνης· Εἰ δέ κεν οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύοι,
Δειδέχθαι Βορέω, ὅτε δ’ ὑπτιά εἰσι, Νότοιο.
Αὐτὰρ ἐπὴν τριτόωσαν ὅλην περὶ κύκλος ἑλίσσῃ,
Πάντῃ ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη.

καὶ μὲν δὴ καὶ ταῦτα λέγει κατὰ τὴν αὐτὴν βίβλον·

Σήματα δ’ οὔτ’ ἄρα πᾶσιν ἐπ’ ἤμασι πάντα τέτυκται.
Ἀλλ’ ὅσα μὲν τριτάτῃ τε τεταρταίῃ τε πέληται,
Μέσφα διχαιομένης, διχάδος γε μὲν ἄχρις ἐπ’ αὐτὴν
Σημαίνει διχόμηνον. ἀτὰρ πάλιν ἐκ διχομήνης
Ἐς διχάδα φθιμένην. ἔχεται δέ οἱ αὐτίκα τετρὰς,
Μηνὸς ἀποιχομένου, τῇ δὲ τετάρτῃ ἀπιόντος.

οὐκ εἰς ἅπαντά φησι τὸν ἐξ ἀρχῆς χρόνον ἐξαρκεῖν τὰ σημεῖα τῆς πρώτης φάσεως, μεταβολὰς δέ τινας φέρειν τάς τε 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]