Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

διχοτόμους καὶ πανσελήνους. ἅπασα δ’ ὀξύῤῥοπος μεταβολὴ κρίσις ὀνομάζεται. καὶ τήν γε σύστασιν ἐπὶ τῆς μηνοειδοῦς σελήνης μάλιστα λέγουσιν, ἐφεξῆς μεταφέρουσιν ἐπὶ τὴν πανσέληνον, ὡσαύτως ὀνομάζοντες. ἰσχυρὰς ἂν γὰρ καὶ ἥδε δυνάμεις ἔχῃ, ταύτης δ’ ἀσθενέστεραι μὲν, ἀλλὰ κρίνουσαι μὲν καὶ αὗται τὸ περιέχον αἱ διχότομοι στάσεις εἰσὶν, ὥσθ’ ὅτι μὲν ὁ μὴν ὑπὸ σελήνης ἀλλοιοῦται καθ’ ἑβδομάδας ἥδε πρόδηλον· ὅτι δὲ καὶ τὰ ἄλλα σύμπαντα πράγματα, τοῦτο μὲν οὐκέτι ὁμοίως ἅπασι γνώριμον, ἀλλὰ καὶ τοῖς τὰ τοιαῦτα παραφυλάξασιν ἐπιμελῶς ὁμολογεῖται· καὶ ἡ μετὰ τὴν σύλληψιν τοῦ σπέρματος ἅπασα κύησις, οὐδὲν δ’ ἧττον αὐτῆς καὶ ἡ μετὰ τὴν ἀποκύησιν αὔξησις, ἅπασά τε πράξεως ἀρχὴ τὰς μεγάλας ἀλλοιώσεις εἰς ἑβδομαδικὰς ἴσχει περιόδους. ὅσα γὰρ ἐφήμερα συμπίπτει πᾶσι τοῖς οὖσι, τούτων ἡ σελήνη τετήρηται τὴν αἰτίαν ἔχειν, καὶ μάλιστα ἀλλοιοῦσα αὐτὰ κατὰ τὰς τετραγώνους καὶ διαμέτρους στάσεις. εἰ γὰρ ἐν ταύρῳ τῆς σελήνης οὔσης ἐγένετο σύλληψις τοῦ σπέρματος, ἢ ἀποκύησις, ἤ τινος ὅλως ἀρχὴ πράγματος, ἐπειδὰν ἐν λέοντι καὶ σκορπίῳ καὶ ὑδροχόῳ περιερχομένη

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]