De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
τοῦ ζωδιακοῦ γίνηται, τὰς μεγάλας αὐτοῦ ποιήσεται μεταβολάς. ἀλλ’ ἡ μὲν ἐν τῷ λέοντι τετράγωνος στάσις ἑβδομάδος ἐστὶ μιᾶς· ἡ δὲ διάμετρος ἡ ἐν τῷ σκορπίῳ δυοῖν. οὕτω δὲ καὶ ἡ κατὰ τὸν ὑδροχόον, ἡ δευτέρα τετράγωνος στάσις εἰς τὴν τρίτην ἑβδομάδα προήκει καὶ τοῦτ’ ἐξ ἀνάγκης γίνεται διὰ τὸ τὴν σελήνην, ὡς εἴρηται καὶ πρόσθεν, ὅλον τὸν ζωδιακὸν ἑπτὰ καὶ εἴκοσιν ἡμέραις διεξέρχεσθαι, μετά τινος ἐπικειμένου μορίου, τρίτου μάλιστα μιᾶς ἡμέρας. εἰ γὰρ δεῖ τὸν ὅλον κύκλον ἐν τοσούτῳ χρόνῳ διέρχεσθαι, πρόδηλον ὡς τὸ τέταρτον αὐτοῦ μέρος ὀλίγου δεῖν ἐν ἡμέραις ζ΄ διανύσει. τούτου μὲν οὖν καὶ πάνυ χρὴ μεμνῆσθαι πρὸς τὰ μέλλοντα, τοῦ μὴ τελείας ἡμέρας ζ΄ περιγράφεσθαι τὴν εἰς τὸ τετράγωνον τῆς σελήνης μετάστασιν.
Ἐκεῖνο δ’ αὖθις ἀναληπτέον, ὅπερ καὶ ἡμεῖς παραφυλάξαντες ἀληθέστατον εὕρομεν ἀεὶ τὸ πρὸς τῶν Αἰγυπτίων ἀστρονόμων εὑρημένον, ὡς ἡ σελήνη τὰς ἡμέρας ὁποῖαί τινες ἔσονται δηλοῦν πέφυκεν οὐ τοῖς νοσοῦσι μόνον, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν. εἰ μὲν γὰρ πρὸς τοὺς εὐκράτους
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]