Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἵσταιτο τῶν πλανητῶν, οὓς δὴ καὶ ἀγαθοποιοὺς ὀνομάζουσιν, ἀγαθὰς ἀπεργάζεσθαι τὰς ἡμέρας· εἰ δὲ πρὸς τοὺς δυσκράτους, ἀνιαράς. ἔστω γὰρ ἀποκυϊσκομένου τινὸς ἐν μὲν τῷ κριῷ τοὺς ἀγαθοποιοὺς, ἐν δὲ τῷ ταύρῳ τοὺς κακοποιοὺς εἶναι, πάντως οὗτος ὁ ἄνθρωπος, ἐπειδὰν μὲν ἐν κριῷ καὶ καρκίνῳ καὶ ζυγῷ καὶ αἰγοκέρωτι γένηται ἡ σελήνη, καλῶς ἀπαλλάσσει. ἐπειδὰν δ’ ἤτοι τὸν ταῦρον αὐτὸν, ἤ τι τῶν τετραγώνων, ἢ τὸ διάμετρον αὐτοῦ ζώδιον ἐπέχῃ, κακῶς τηνικαῦτα καὶ ἀνιαρῶς διάγει. καὶ δὴ καὶ νοσημάτων ἀρχαὶ τῷδε κάκισται μὲν ἐν ταύρῳ καὶ λέοντι καὶ σκορπίῳ καὶ ὑδροχόῳ τῆς σελήνης οὔσης, ἀκίνδυνον δὲ καὶ σωτήριον τὸν κριὸν καὶ τὸν καρκίνον καὶ τὸν ζυγὸν καὶ τὸν αἰγόκερων διερχομένης, καὶ τὰς ἀλλοιώσεις τὰς μεγάλας ἃς ἐν τοῖς τετραγώνοις τε καὶ διαμέτροις ἔφαμεν γίγνεσθαι καθ’ ἑβδομάδα, ἐν μὲν τοῖς ὀλεθρίοις νοσήμασιν ὀλεθρίας καὶ αὐτὰς, ἐν δ’ αὖ τοῖς περιεστηκόσιν ἀγαθὰς ἀνάγκη γίνεσθαι. καὶ διὰ τοῦθ’ Ἱπποκράτης μέμφεται μάλιστα τὰς ἐν ταῖς κρινούσαις ἡμέραις ἀλλοιώσεις ἐπὶ τὸ χεῖρον. ὀλεθρίου γὰρ νοσήματος σύμπτωμα, καθάπερ, οἶμαι, τοὐναντίον ἐπιεικοῦς. εἰ δέ τις καὶ αὐτοῦ τούτου ζητεῖ

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]