Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

τὴν αἰτίαν, τοῦ τὸ μέγιστον δύνασθαι τὰς τετραγώνους τε καὶ διαμέτρους στάσεις, ἐπὶ πλεῖστον ἀποχωρεῖ τοῦ προκειμένου. πρόκειται γὰρ νυνὶ οὐ τὰς πρώτας αἰτίας ἁπάντων τῶν κατ’ ἀστρονομίαν ζητεῖν, ἀλλὰ τὰς εἰς τὰ παρόντα χρησίμους. χρήσιμοι δ’ εἰσὶν αἰτίαι τῆς ἑβδομάδος ἐξηγούμεναι φύσιν. πάλιν οὖν αὐτὰς ἀναλάβωμεν ἐπὶ κεφαλαίων. αἱ τῆς σελήνης τετράγωνοί τε καὶ διάμετροι στάσεις ἐπὶ μὲν ἀγαθαῖς ταῖς ἀρχαῖς ἀγαθὰς ποιοῦσι τὰς ἀλλοιώσεις, ἐπὶ δὲ μοχθηραῖς μοχθηράς. καὶ τοῦτο πρὸς τῷ τοῖς ἀστρονόμοις ὁμολογεῖσθαι πάρεστιν, εἰ βούλει, καί σοι παραφυλάξασθαι. εἰ δὲ μήτ’ αὐτὸς παρατηρεῖν ἐθέλεις τὰ τοιαῦτα μήτε τοῖς τηρήσασι πιστεύεις, τῶν νῦν ἐπιπολαζόντων τις εἶ σοφιστῶν· οἳ λόγω κατασκευάζειν ἡμᾶς ἀξιοῦσι τὰ σαφῶς φαινόμενα, δέον αὐτὸ τοὐναντίον ἐκ τῶν ἐναργῶς· φαινομένων ὁρμωμένους ὑπὲρ τῶν ἀδήλων συλλογίζεσθαι. πρὸς τὴν ἰδίαν οὖν ἀρχὴν ἅπαν πρᾶγμα τὰς ἐφεξῆς περιόδους ἁπάσας ὁμολογούσας ἔχει.

Περίοδοι δ’ εἰσὶν αἱ μὲν δι’ ἡμερῶν ἀριθμοῦ

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]