Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

τοῦ διὰ τὰς σφοδρότητας τῶν παροξυσμῶν τὰς τοιαύτας παρεμπίπτειν ἡμέρας τὸ μηκέθ’ ὁμοίως ἐπὶ προηκόντων γίνεσθαι τῶν νοσημάτων· ὡς γὰρ καὶ τὰ τῆς σφοδρότητος, οὕτω καὶ τὰ τοῦ πλήθους ἐκλύεται τῶν παρεμπιπτουσῶν ἡμερῶν. οὕτω δὲ δή τι βίαιον ἔχει σφοδρότης παροξυσμοῦ πρὸς κρίσιν, ὥστ’ ἐν ἁπάσαις σχεδόν τι ταῖς ἡμέραις ἔστιν ἰδεῖν κρινόμενα τὰ κατόξεα νοσήματα· τό τε γὰρ πέρας αὐτῶν ἡ ζ΄ τῶν ἡμερῶν ἐστι, κρίνειν δή που πεφυκυῖα, καὶ πρὸ ταύτης οὐχ ἡ δ΄ μόνον, ἀλλὰ καὶ ἡ γ΄ καὶ ἡ ε΄ καὶ ἡ στ΄, δέχονταί ποτε κρίσεις. ἐζήτηται δ’, ὡς ἐλέγετο, καὶ περὶ τῆς α΄ εἰ κρίνει. λοιπὴ τοίνυν ἡ δευτέρα βεβαίως τοῦ κρίνειν ἐκπέπτωκεν. ἔστω δ’, εἰ βούλει, καὶ ἡ α΄, ἀλλὰ καὶ ἡ τρίτη γε καὶ δ΄ καὶ ε΄ καὶ στ΄ καὶ ζ΄ κρίνουσιν ἅπασαι. καὶ πᾶσαι αἱ μετὰ τὴν ἀρχὴν τοῦ νοσήματος ἐν τοῖς κατόξεσιν ἡμέραι κρίνουσαι φαίνονται διὰ τὴν σφοδρότητα τῶν παροξυσμῶν. καὶ γὰρ οὖν καὶ ἡ στ΄ τῶν ἡμερῶν οὔτ’ ἐκ τῶν κατὰ περίοδον οὖσα κρισίμων οὔτ’ ἐν ἀριθμῷ περιττῷ, διὰ τοῦτο καὶ αὐτὴ δέχεται κρίσεις παμπόλλας, ὅτι τῆς ὑστάτης τῶν κατοξέων ἐντός ἐστιν. ἅπαντα

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]