De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
δὲ τὰ τοιαῦτα δυοῖν θάτερον, ἢ σύνοχον ἔχει τὸν πυρετὸν,
οὕτω δ’ ὀνομάζουσι τὸν ἀπὸ τῆς πρώτης συστάσεως ἄχρι τῆς
κρίσεως ὁμότονον, ὡς εἴρηται, χωρὶς αἰσθητῆς παρακμῆς, ἣ εἰ
καὶ σαφεῖς ἔχει τάς τε παρακμὰς καὶ τοὺς παροξυσμοὺς, οὐ
διὰ τρίτης μόνον ἔχει σαφεῖς, ἀλλὰ κᾀν ταῖς μέσαις αὐτῶν,
ὥσπερ καὶ ὁ ἡμιτριταῖος. ἡ μὲν οὖν πρώτη διαφορὰ τῶν κατοξέων
οἷον εἷς τίς ἐστι παροξυσμὸς, ὥστ’ οὐδὲν ὅσον γε
ἐπὶ τῷ παροξυσμῷ πλεονεκτήσουσιν αἱ περιτταὶ τῶν ἀρτίων,
ὁμοίου γε τοῦ πυρετοῦ κατὰ πάσας τὰς ἡμέρας ὑπάρχοντος.
ἡ δευτέρα δὲ κᾂν διὰ τρίτης ἔχῃ τοὺς μεγάλους παροξυσμοὺς
καὶ τὰς οἷον ἀρχὰς τῶν περιόδων, ἀλλ’ ἥ γε μέση τηλικοῦτον
καὶ αὐτὴ φέρει πολλάκις ἐν τοῖς κατόξεσι τὸν παροξυσμὸν, ὡς
τῶν ἐν ἄλλοις τισὶ νοσήμασι μεγάλων παροξυσμῶν μηδὲν ἀποδεῖν.
ὅταν οὖν ἐπείγηται μὲν ὡς ἐπὶ τὴν ἑβδόμην τὸ νόσημα
καὶ κατὰ τὸν ἑαυτοῦ λόγον ἐν ταύτῃ κριθήσεσθαι μέλλῃ, τὸ
δὲ μέγεθος τοῦ μέσου παροξυσμοῦ καταναγκάσῃ τὴν φύσιν
ἐξορμῆσαι πρὸς τὴν κρίσιν, οὐ περιμείνασαν τὸν οἰκεῖον καιρὸν,
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]