Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἢ καί τι προσγένηται τῶν ἔξωθεν ἐρεθιζόντων αὐτὴν, οὕτως ἡ κρίσις ἐν τῇ στ΄ προεκρήγνυται. αὕτη μὲν οὖν τοσούτῳ χείρων ἐστὶ τῆς ἐσομένης ἐπὶ τῆς ζ΄ ὅσῳ καὶ φθάνει. χειρίστη δὲ κρίσις ἡ ἑκταία καθ’ ἕτερον γίνεται τρόπον, ὃν ἐπὶ πλέον μὲν ἐν τοῖς περὶ κρίσεων ἐροῦμεν, ἐκείνης γάρ ἐστι πραγματείας οἰκεῖον ἀγαθὰς καὶ κακὰς διελέσθαι κρίσεις· ἐνταῦθα δὲ πρόκειται μόνον ὑπὲρ τῶν κρινουσῶν ἡμερῶν διελθεῖν. ἀλλ’ ἐπειδὴ κατέστην ἅπαξ τὰ περὶ τῆς στ΄ ἡμέρας εἰπεῖν ἅπαντα, καὶ τοῦτ’ ἔτι προσθήσω διὰ κεφαλαίων. εἰσβάλλει τινὰ νοσήματα τὴν δευτέραν τῆς πρώτης ἔχοντα βαρυτέραν καὶ τὴν δ΄ τῆς γ΄, καὶ ὅλους τοὺς παροξυσμοὺς ἐν ἀκτίοις, ὄντα μὲν, ὡς ἐν τοῖς περὶ κρίσεων ἀποδειχθήσεται, τῆς τῶν χρονίων φύσεως, φθάνοντα δ’ ὡς ὀξέα κρίνεσθαι διὰ σφοδρότητα· ταῦτα καὶ δευτεραίους μὲν ἀναιρεῖ καὶ τεταρταίους, ἑκταίους δὲ πλείστους. ἐπὶ μὲν γὰρ δὴ τῆς δευτέρας ἡμέρας ἰσχύει πως ἡ φύσις ἔτι, κατὰ δὲ τὴν δ΄ ἰσχύει μὲν ἔτι κἀπὶ ταύτης μᾶλλον ἢ κατὰ τὴν στ΄, ἀλλ’ οὔπω διαγωνίζεσθαι τολμᾷ· κατὰ δὲ τὴν στ΄ ἡ σφοδρότης τοῦ παροξυσμοῦ πολλάκις ἐκκαλεῖται μὲν αὐτὴν

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]