Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἐπὶ τὸν ἀγῶνα. δυοῖν δὲ θάτερον, ἢ κατέπεσεν αὐτῇ καὶ κατεσβέσθη πρὶν ἐκκρῖναι τὰ λυποῦντα, ἢ τὸ μὲν πλεῖστον αὐτῶν ἐξέκρινε, τὸ λοιπὸν δ’ οὐκ ἔτι ἴσχυσεν, ἀλλ’ ὑπ’ ἀῤῥωστίας τε καὶ καμάτου τελέως καταπίπτει καὶ κεῖται πάρετος. εἶτ’ εἰ μὲν ἐν τῷ μετὰ ταῦτα χρόνῳ δυνηθείη πως ἑαυτὴν ἀνακτήσασθαι, κατὰ βραχὺ πέττει τὴν νόσον· εἰ δ’ εἴη τὰ λείψανα τῆς νόσου μείζω τοῦ κατ’ αὐτὴν τόνου, τοσοῦτον ἐπιβιοῖ χρόνον ὁ τοιοῦτος ἄνθρωπος ὅσον ἐξαρκεῖν ἡ φύσις ἔτι δύναται, τεθνήξεται δὲ μετὰ ταῦτα. περὶ μὲν δὴ τῶν παρεμπιπτουσῶν ἡμερῶν αὐτάρκως εἴρηται.

Διὰ τί δ’ ἄμφω κρίνουσιν, ἥ τε εἰκοστὴ καὶ εἰκοστὴ πρώτη, πολὺ δὲ μᾶλλον ἡ εἰκοστή; πρῶτον μὲν ὅτι χρόνιον ἤδη τὸ τοιοῦτον νόσημα καὶ τοὺς παροξυσμοὺς αἱ ἀρτίαι λαμβάνουσιν, εἶθ’ ὅτι καὶ ἡ ἑβδομὰς οὐκ ἔστιν ὁλοκλήρων ἡμερῶν ἑπτὰ, καθότι καὶ πρόσθεν εἴρηται, καὶ τοῦτο ἠπίστατο καὶ Ἱπποκράτης. εἰπὼν γὰρ ἐν τῷ προγνωστικῷ· αὗται μὲν οὖν διὰ τεσσάρων εἰς τὴν εἰκοστὴν ἐκ προσθέσιος ἀφικνέονται· μετὰ ταῦτα ἐπήνεγκεν· οὐ δύναται δὲ ὅλῃσιν

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]