Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἡμέρῃσιν οὐδὲν τούτων ἀτρεκέως ἀριθμέεσθαι. οὐδὲ γὰρ ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθμέεσθαι. ὡς οὖν ὁ ἐνιαυτὸς μὲν ἐπὶ ταῖς τριακοσίαις ἑξήκοντα πέντε ἡμέραις ἐπικείμενον ἔχει μόριον ἡμέρας μεῖζον ἢ τέταρτον, ὅ τε μὴν ἥμισυ τῆς μιᾶς ἡμέρας ἀπολείπεται τοῦ τριακονθήμερος ὑπάρχειν, οὕτως καὶ ἡ ἑβδομὰς ἕκτῳ μάλιστα μέρει μιᾶς ἡμέρας ἀπολείπεται τὸ τέλεον ὑπάρχειν ἡμερῶν ἑπτά. συμβαίνει τοιγαροῦν οὐ μιᾶς καὶ εἴκοσιν ἡμερῶν γίνεσθαι τὰς τρεῖς ἑβδομάδας ὁλοκλήρων, ἀλλὰ ἀπολείπεσθαι σχεδὸν ὅλῳ τῷ ἡμίσει μέρει τῆς μιᾶς ἡμέρας καὶ διὰ τοῦτο ἐπαμφοτερίζειν τὸν ἀριθμὸν, οὐ μᾶλλόν τι τῶν εἴκοσιν ἐγγὺς ἢ τῶν ἑνὸς καὶ εἴκοσιν ὑπάρχοντα. τῆς γὰρ ὅλης σεληνιακῆς περιόδου ἑπτὰ καὶ εἴκοσι ἡμερῶν οὔσης καὶ προσέτι τρίτου μέρους μιᾶς ἡμέρας καὶ διὰ τοῦτο ἑκάστης ἑβδομάδος ἑπτὰ γινομένης ἡμερῶν ἀπολιπουσῶν ἕκτον, αἱ τρεῖς ἑβδομάδες ἡμερῶν εἴκοσι καὶ ἡμισείας ἔσονται. πλησίον οὖν ὑπάρχουσαν αὐτῇ τὴν ἀκριβῇ περίοδον ἡ εἰκοστὴ σφετερίζεται τῷ χρονίζειν ἤδη τὰ τοιαῦτα νοσήματα καὶ τοὺς παροξυσμοὺς ἐν ἀρτίαις ἴσχειν. ὧν 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]